Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

115.

λαινέοις Ἀμφίονος ὀργάνοις
: τοῖς ὑπὸ τοῦ Ἀμφίονος κατασκευασθεῖσι τείχεσι. Gu. ἀντὶ τοῦ ἔργοις τοῖς μουσικῶς γινομένοις. φασὶ γὰρ ὡς Ἀμφίων ὁ οἰκοδομησάμενος Θήβας, ὅτε διετίθει τὸν τειχισμὸν, οὐ χερσὶν ἐχρῆτο πρὸς τοῦτο, οὐδὲ ἦσαν οἱ συναιρόμενοι αὐτῷ τῆς οἰκοδομίας, ἀλλὰ τῆς αὐτοῦ μουσικῆς ἐποιεῖτο τὸ ἔργον, μέλος ἀνακρουόμενος, κἀντεῦθεν τοὺς λίθους κινῶν, καὶ κατασκευάζων τὰ τείχη. ἐγένετο δὲ τὸ τεῖχος ἑπτάπυλον, ὅσοι καὶ οἱ τῆς λύρας τόνοι. Gu. Leid. I. ὄργανα δὲ λέγει τὰ ἔργα, ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον, ὡς ἔχει καὶ τὸ τοῦ Σοφοκλέους ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον συνάμα δὲ Ἀμφίονι καὶ Ζῆθος κατεσκενάζετο τὸ τεῖχος. Ἑρμῆς δὲ τὴν λύραν πρῶτος εὑρὼν Ἀμφίονι δοῦναι λέγεται. Gu. Leid.