Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1

136. ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῇ
: πληρῶν τὴν ἀσπίδα ἑκατὸν ἐχίδναις· ἐχιδνοκέφαλος γὰρ ἡ ὕδρα. B.Ι. ἀντὶ τοῦ πλήρη τὴν ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν ἑκατὸν ἐχίδναις ὕδρας. A. M. Ἄλλως. τῷ ἑκατὸν ἐχρήσατο ἀορίστως. ἡ δὲ σύνταξις, πολλαῖς ἐχίδναις, τουτέστι κεφαλαῖς ὕδρας, ἐκπληρῶν τὴν ἀσπίδα καὶ ἔχων αὐτὴν ἐπὶ τοῖς λαιοῖς βραχίοσιν. ἐκπληρῶν δὲ ἀντὶ τοῦ ἐκπληρώσας. τὸ δὲ ἑξῆς, ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν, ταῖς ἑκατὸν ἐχίδναις ὕδρας ἐκπληρῶν τῇ γραφῇ, ἀντὶ τοῦ ἑκατὸν κεφαλαῖς. λέγει δὲ τὴν ὕδραν· ἐχιδνώδεις γὰρ ἦσαν αἱ ταύτης κεφαλαί. A. B. C.M.I.

ἐχίδναις
: κεφαλαῖς ὤφειλεν, λέγει δὲ ἐχίδναις, ὅλον ἀντὶ μέρους τιθείς· ἐχιδνώδεις δὲ ἦσαν αἱ κεφαλαὶ τῆς Ὕδρας. Cant.