Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

ὄμματα
: τουτέστιν οἱ μὲν ὀφθαλμοὶ, οἵτινες ἦσαν πρὸς ἀνατολὴν, ἔβλεπον, οἵτινες δὲ ἦσαν πρὸς τὴν δύσιν, ἐκάμμυον. τὸν Ἄργον κύνα λέγει. ἐγέγραπτο γὰρ, φησὶν, ἐν τῇ ἀσπίδι τοῦ Ἱππομέδοντος, ἔχοντα τῶν ὀφθαλμῶν τοὺς μὲν ἐπὶ ἀνατολὰς τῶν ἄστρων τετραμμένους, τοὺς δὲ πρὸς τὰς δύσεις, οὓς καὶ μύειν ἐδόκει. τὸ γὰρ πίπτοντα ἀντὶ τοῦ καμμύοντα. πανόπτης δὲ καλεῖται διὰ τὸ εἶναι αὐτὸν ἄϋπνον, φυλάττοντα τὴν βοῦν ἐκ κελεύσεως Ἥρας. C. τὰ μὲν ἔμπροσθεν αὐτοῦ ὄμματα βλέποντα ταῖς ἐπιτολαῖς τῶν ἄστρων, τὰ δὲ ὄπισθεν μετὰ τῶν δυνόντων ἄστρων μύοντα. M.

1117.

βλέποντα, τὰ δὲ κρύπτοντα
: ἰστέον ὅτι τὸ βλέποντα καὶ τὸ κρύπτοντα πρὸς τὸν πανόπτην συντάσσεται, ἀρσενικαὶ αἰτιατικαὶ οὖσαι, καὶ οὐχ, ὥς φασί τινες, οὐδέτεραι, συντάσσοντες πρὸς τὸ τὰ μὲν, τὰ δὲ, οὐ συνάπτοντες τῷ προτέρῳ, ἀλλὰ κομματικὸν ἐκφέροντες, λαμβάνοντες ἔξωθεν τὸ ὑπῆρχον, καὶ λέγοντες οὕτω, τὰ μὲν ὄμματα ὑπῆρχον βλέποντα, τὰ δὲ κρύπτοντα. Gu. Bar.