Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

110.

ἀστράπτει
: τῷ δοκεῖν ἀστράπτει διὰ τὸ πλῆθος τῶν ὅπλων. οἰκονομικῶς δὲ καὶ τοῦτο, ἅμα τε ἵνα ἀποδειχθῇ τὸ πλῆθος αὐτῶν. A. C.M.T. Ἄλλως. τῇ ὑπερβολῇ κατάπληξιν ἐμφαίνει, ὅλον λέγων ἀστράπτειν τὸ πεδίον, καίτοι ὀλίγον μέρος αὐτοῦ κατεῖχον οἱ πολέμιοι. οἰκείως δὲ τὸ ἀστράπτειν ἐνταῦθα· τοιαύτη γὰρ ἡ τοῦ χαλκοῦ φύσις, εἴ τις ἐν ἡλίῳ κινήσειεν αὐτόν. πῶς δὲ ἐνταῦθα κατάχαλκόν φησι τὸ πεδίον, ἐν δὲ τοῖς ἑξῆς φησι λεύκασπιν εἰσορῶμεν Ἀργείων
στρατόν; ἀλλ’ οὐ πάντες ἦσαν λευκάσπιδες. περὶ γοῦν τινός φησι πάγχαλκον ἀσπίδ’ ἀμφὶ βραχίονι κουφίζων. ἢ καὶ ἀπὸ τῶν ἄλλων ὅπλων κατάχαλκόν φησι τὸ πεδίον, θωράκων τε καὶ κνημίδων καὶ κρανῶν. A. B. C.M.I.