Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

108.

ἰώ
: φεῦ, ὦ θύγατερ τῆς Λητοῦς σεβασμία Σελήνη· ἅπαν
γὰρ τὸ πεδίον ἀστράπτει κατάχαλκον, ἤτοι ἔνοπλον. οὐ γὰρ φαύλως καὶ ἀπρεπῶς ἦλθε καὶ κατέλαβεν ὁ Πολυνείκης τὴν γῆν, ἀλλὰ βρέμων καὶ ἠχῶν ἐν πολλοῖς ἵπποις καὶ μυρίοις ὅπλοις. I.

ἰὼ πότνια
: τοξότις ἡ Ἄρτεμις. ὡς παρθένος δὲ τὴν παρθένον καλεῖ, ἢ θαυμάζουσα τὸ φῶς τὴν Ἑκάτην καλεῖ· ἡ αὐτὴ γάρ ἐστι τῇ Σελήνῃ. B. C.M.

ἰὼ πότνια
: ὡς παρθένον ταύτην ἀνακαλεῖται, ἢ ἐπειδὴ τὸ πεδίον ἀστράπτον ἑώρα, τὸ δὲ τῆς σελήνης εἶδος τοιοῦτον· εἰς γὰρ τὴν σελήνην ἀλληγορεῖται ἡ Ἄρτεμις. διὰ τοῦτο ἐκπληττομένη πρὸς τὴν Ἄρτεμιν ποιεῖται τὸν λόγον. εἰ δέ τις εἴποι ὅτι καὶ καιρὸν εἶχε τὸ ταύτην ἐπιβοᾶσθαι ὡς πολεμικὴν, οὐδὲν βλάβος τῷ λόγῳ. Gu. I.