Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1043.-1066.

χρόνῳ δ’ ἔβα
: χρόνῳ δὲ ὕστερον ἔβη ὁ ἄθλιος Οἰδίπους εἰς τήνδε τὴν Θηβαίων γῆν ἐν ἀποστολαῖς Πυθίαις καὶ ταῖς τοῦ Πυθίου, ἀσμένοις καὶ χαίρουσι τοῖς Θηβαίοις τότε, διὰ τὸ θανατῶσαι τὴν Σφίγγα, πάλιν δὲ καὶ ὕστερον ἄχη ὑπῆρξε διὰ τὰς γεγενημένας ἀπ’ αὐτοῦ συμφοράς. καλλίνικος δὲ καὶ νικητὴς ὢν τῶν τῆς Σφιγγὸς αἰνιγμάτων συνάπτει ὁ τάλας τῇ μητρὶ γάμους δυσγάμους, (παρανομώτατοι γάρ) μιαίνει δὲ καὶ μολύνει ἐκ τῆς τοιαύτης παρανόμου συναφῆς τὴν πόλιν. ἀμείβει δὲ καὶ διέρχεται τὴν πόλιν δι’ αἱμάτων καὶ διὰ φόνων καταβαλὼν ὁ μέλεος τὰ τέκνα ἐν ἀραῖς εἰς ἀγῶνα μυσαρὸν καὶ βδελυρὸν καὶ ἀδελφοκτόνον, τουτέστι καταρασάμενος τοῖς παισὶ δι’ αἵματος τὴν ἀρχὴν λαχεῖν εἰς πόλεμόν τε συνῆψε, δι’ οὗ πολὺς φόνος γίνεται καὶ κινδυνεύουσιν ὑπ’ ἀλλήλων καὶ αὐτοὶ φονευθῆναι. ἀγάμεθα, ἀγάμεθα καὶ θαυμάζομεν σφόδρα (ὁ γὰρ τῶν ὀνομάτων τούτων διπλασιασμὸς ὑπερβολὴν θαύματος δηλοῖ) τὸν Κρέοντος υἱὸν Μενοικέα, ὅστις οἴχεται καὶ ἐπορεύθη ἐπὶ θάνατον αὐτόχειρα ὑπὲρ τῆς πατρῴας γῆς, λιπὼν μὲν καὶ καταλείψας τῷ αὑτοῦ πατρὶ Κρέοντι γόους, (ἀπαραμύθητα γὰρ στενάξεται δι’ αὐτὸν) θήσων δὲ τὰ ἑπτάπυλα κλεῖθρα τῆς γῆς καλλίνικα, τουτέστι τὴν ἑπτὰ πύλας ἔχουσαν πόλιν τῶν Θηβαίων νικῆσαι ποιήσων, ὡς ἔφη ὁ μάντις. γενοίμεθα, γενοίμεθα καὶ ὑπάρξαιμεν εὔτεκνοι μητέρες ὧδε καὶ οὕτως, τουτέστι τοιούτους παῖδας ποιήσαιμεν, ὡς ὑπὲρ τῆς αὐτῶν πατρίδος, ἤν δέῃ, εἰς θάνατον ἑαυτοὺς ἑκόντας διδόναι. γενοίμεθα, ὦ Παλλὰς καὶ Ἀθηνᾶ, ἥτις κατειργάσω καὶ διεπράξω αἷμα καὶ φόνον λιθόβολον καὶ διὰ λίθου βολῆς γενόμενον τοῦ ἐν Δίρκῃ δράκοντος. πῶς δὲ τοῦτο ἐποίησας; ὁρμήσασα ἑπί ἐποίησας; ὁρμήσασα ἐπὶ
τοῦτο τὸ ἔργον, ἤτοι τὸν φόνον, τὴν Καδμείαν μέριμναν, τουτέστι παρακινήσασα τὸν Κάδμον μεριμνῆσαι τὸν κατὰ τοῦ δράκοντος φόνον. ὅθεν καὶ ἀφ’ ἧς αἰτίας, λέγω δὴ τῆς τοῦ δράκοντος ἀπωλείας, ἐπέσσυτο καὶ ὥρμητο εἰς τήνδε τὴν γῆν τις δαιμόνων ἄτη καὶ βλάβη ἐν ἁρπαγαῖς· τουτέστιν ὀργισθεὶς ὁ Ἄρης ὑπὲρ τοῦ υἱοῦ αὐτοῦ τοῦ δράκοντος ἐπήγαγε τὴν Σφίγγα Θηβαίοις (ταύτην γὰρ ἄτην δαιμόνων λέγει). Bar. Gu.