Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1019-1042.

ἔβας
: ἦλθες, ἦλθες, ὦ πτερόεσσα Σφὶγξ, γέννημα μὲν τῆς τῶν Θηβαίων γῆς — ἐνταῦθα γὰρ ἐγεννήθης — λόχευμα δὲ τοῦ Τυφῶνος καὶ τῆς καταχθονίου Ἐχίδνης, ἐπὶ ἁρπαγῇ τῶν Θηβαίων, πολλῶν στεναγμῶν αἰτία, πολύφθορε, μιξοπάρθενε, (ἔχεις γὰρ τὰ μὲν παρθένου, τὰ δὲ θηρὸς, ξένης καὶ παραδόξου φύσεως) φονικὸν τέρας τοῖς τε φοιταλέοις καὶ μανικοῖς πτεροῖς καὶ τοῖς ὄνυξι τοῖς ὠμὰ τὰ κρέα ἁρπάζουσι πρὸς σίτησιν. ἥτις πεδαίρουσα τοὺς νέους,
ἀπὸ τῆς γῆς εἰς ὕψος αἴρουσα ποτὲ ἐκ τῶν τόπων τῆς Δίρκης, ἤτοι ἐκ τῶν Θηβῶν, περιῆγες καὶ περιέφερες ἄναυλον καὶ ἀνήδονον ᾠδὴν, λέγω φόνους καὶ λύπας ταῖς Θήβαις. ὁ ἐκ θεῶν ταῦτα πράξας αὐτὸς φόνιος ἦν. αἱ δὲ ἰάλεμοι τῶν παρθένων καὶ τῶν μητέρων ἐστέναζον ἐν τοῖς οἴκοις, πενθοῦσαι αἱ μὲν τὰ τέκνα, αἱ δὲ τοὺς ἀδελφοὺς, θρηνητικὴν βοήν. ἄλλος ἄλλην ἐθρήνει· ὁ στεναγμὸς δὲ καὶ ἡ ἠχὴ βροντῇ ὑπῆρχεν ὅμοιος, ὅταν ἀναρπάσειεν ἡ Σφὶγξ ἀπὸ τῆς πόλεως τινα τῶν ἀνδρῶν, θρῆνος καὶ βοὴ ἐγένετο. I.

Ἦλθες, ὦ πτερόεσσα Σφὶγξ, γέννημα τῆς γῆς καὶ τῆς καταχθονίου Ἐχίδνης ἐπὶ ἁρπαγῇ τῶν Καδμείων, πολλῶν στεναγμάτων αἰτία, πολλῶν μόχθων αἰτία, ἐκ θηρίου καὶ γυναικὸς συντεθειμένη, ζῶον ξένης καὶ παρὰ φύσιν διαπλάσεως πολέμιον, ἥτις ποτὲ ἐκ τῶν τόπων τῶν τῆς Δίρκης τοὺς νέους μεταίρουσα ἐπέφερες κακόλυρον μοῦσαν καὶ ἀξίαν ἀπωλείας Ἐριννὺν, λέγω λύπας τῇ πατρίδι, ἤγουν ταῖς Θήβαις, ἐπὶ τοῖς φόνοις. φόνιος θεὸς ἦν ἐκεῖνος ὃς ἦν ὁ τάδε πράξας. ὁ Ἄρης δὲ μηνίσας διὰ τὸν φόνον τοῦ δράκοντος ἐπήγαγεν αὐτοῖς τὴν Σφίγγα. θρῆνοι δὲ μητέρων ἐπὶ τέκνοις, θρῆνοι δὲ παρθένων ἐπὶ μητράσιν ἐποίουν ἐπὶ τοῖς οἴκοις θρηνητικὴν βοὴν, θρηνητικὸν μέλος. ἄλλος ἐπ’ ἄλλον ἐσχετλίαζε κατὰ διαδοχὴν ἐν τῇ πόλει. βροντῇ δὲ ἦν ὅμοιος ὁ στεναγμὸς καὶ ἡ βοὴ, ὁπότε ἡ πτερόεσσα παρθένος, ἤγουν ἡ Σφὶγξ, ἠφάνισέ τινα ἀπὸ τῶν ἀνδρῶν τῆς πόλεως. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76.

Ὦ πτεροῦσσα καὶ ἐπτερωμένη Σφὶγξ, λόχευμα καὶ γέννημα τῆς γῆς τῶν Θηβαίων. ἐνταῦθα γὰρ ἐγεννήθη, καὶ τῆς νερτέρου καὶ τῆς ἐν νεκροῖς Ἐχίδνης. θανάτου γὰρ αἰτία εἶ, μιξοπάρθενος καὶ τὸ ἥμισυ παρθένου ἔχουσα, δάϊον καὶ ἀφανιστικὸν τέρας, δάϊον μὲν ὡς ἀφανιστικὴ, τέρας δὲ ὡς πρόσωπον μὲν παρθένου ἔχουσα, χεῖρας δὲ καὶ πόδας καὶ στῆθος λέοντος, πτερὰ δὲ ὄρνιθος, οὐραῖον δὲ δράκοντος, σὺ οὖν, ὦ Σφὶγξ, ἦλθες, ἦλθες ἐν φοιτάσι καὶ μανικοῖς πτεροῖς, καὶ ἐν χηλαῖς καὶ ὄνυξιν ὠμοσίτοις καὶ φονικοῖς ἐπὶ ἁρπαγῇ τῶν Καδμείων, πολύφθορος, πολύστονος, ἤτοι πολλὰς φθορὰς καὶ στεναγμοὺς ποιοῦσα ἐνταῦθα διὰ τῆς ἁρπαγῆς. ἅ ποτε καὶ ἥτις ἔφερες ἔφερες τῇ πατρίδι, ἤτοι ταῖς Θήβαις, ἄχεα καὶ θλίψεις φόνια καὶ φονικὰ, πεδαίρουσα καὶ εἰς ὕψος ἐκ γῆς αἴρουσα νέους ἐκ τῶν Διρκαίων τόπων, ἤτοι τῶν Θηβῶν, περὶ μοῦσαν καὶ ᾠδὴν ἄλυρον καὶ κακόμουσον καὶ

ἄλλην ποταπὴν Ἐριννὺν οὐλομένην καὶ φθοροποιόν. ἡ γὰρ σὴ μοῦσα, ἤτοι τὰ ἔμμετρα αἰνίγματα, ἄλυρος καὶ κακόμουσος ἦν καὶ Ἐριννὺς οὐλομένη δι’ οὓς προὐξένει θανάτους. ὅστις ἐκ τῶν θεῶν ἦν καὶ ὑπῆρχεν ὁ ταῦτα πράξας, τὸ τοῖς Θηβαίοις λέγω ἐπελθεῖν τὴν Σφίγγα καὶ φθείρειν αὐτοὺς, (ἦν δὲ ὁ Ἄρης διὰ τὸν φόνον τοῦ υἱοῦ αὐτοῦ τοῦ δράκοντος) φόνιος ἦν. εἰκότως δὲ ὁ Ἄρης τοιοῦτος καλοῖτ’ ἂν, καὶ δι’ οὓς ποιεῖ φόνους καὶ διὰ τὰς τῆς Σφιγγὸς φονικὰς ἁρπαγάς. ἰάλεμοι δὲ καὶ θρῆνοι παρθένων ἐστέναζον ἐν τοῖς οἴκοις, ἰάλεμοι δὲ καὶ θρῆνοι μητέρων, ἰήϊον καὶ θρηνητικὴν βοὴν, ἰήϊον μέλος, τουτέστιν ὁπότε ἡ Σφὶγξ τοῖς Θηβαίοις ἐπεχωρίαζεν, ἐστέναζον μὲν αἱ μητέρες διὰ τοὺς σφετέρους παῖδας ἁρπαζομένους ὑπ’ αὐτῆς, ἐστέναζον δὲ αἱ παρθένοι, πατέρων αὐταῖς καὶ ἀδελφῶν καὶ ἑτέρων νέων, οὓς ἔμελλον συνοίκους κτήσεσθαι, ἀθλίως ὑπ’ ἐκείνης ἀπολλυμένων. ἄλλος ἄλλον ἀνὰ τὴν πόλιν ἐπωτότυζε καὶ ἐθρήνει ἐν διαδοχαῖς· διεδέχετο γὰρ ἄλλος ἄλλον ταῖς συμφοραῖς, νῦν μὲν ἐκείνου, νῦν δὲ ἐκείνου σπαραττομένου ταῖς ἁρπαγαῖς. ἦν δὲ καὶ ὑπῆρχε στεναγμὸς ὅμοιος βροντῇ καὶ ἰαχὴ καὶ θρηνώδης βοὴ, ὁπότε ἀφανίσειε καὶ ἠφάνισε τινὰ τῶν ἀνδρῶν τῆς πόλεως ἡ πτεροῦσσα καὶ ἐπτερωμένη παρθενόμορφος Σφίγξ. Gu.