Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1015.-1018.

εἰ γὰρ λαβών
: εἰ γὰρ ἕκαστος, φησὶν, ὃ κατὰ δύναμιν εἶχεν ἀγαθὸν εἰσέφερε τῇ πατρίδι, ἐκτὸς ἂν ἦσαν κακῶν αἱ πόλεις. A. B.C.M. εἰ γὰρ ἕκαστός τις ὅ τι ἂν δύναιτο χρηστὸν λαβὼν τοῦτο γυμνάσαιτο καὶ τῇ πατρίδι φέροι εἰς μέσον πάντων, αἱ πόλεις ἂν κατὰ τὸ ἔμπροσθεν εὐτυχοῖεν πεῖραν λαμβάνουσαι, ἀπολαύουσαι βλαβῶν ἐλαττόνων ἢ νῦν δηλονότι πειρῶνται. Gr. Cant. Florr. αὕτη ἡ κατασκευὴ πρὸς τὸ οὐκ αἰσχρόν, τοῦτο δὲ κατὰ πρῶτον μὲν μερικῶς ἐξήνεγκε, ἔπειτα δὲ καθόλου, πρῶτον μὲν εἰς κοινὸν φέρει πατρίδι εἰπὼν, ἔπειτα δὲ κακῶν αἱ πόλεις ἐλασσόνων. ὁ δὲ νοῦς· ἐὰν ἕκαστός τις τῶν πολιτῶν ὡς δύναιτο εἰς καιρὸν βίου ὑπὲρ πατρίδος σπουδάζῃ, ὀλίγου τινὸς πειραθεῖσαι τότε αἱ πόλεις κακοῦ, εἰς ἃς ἡ τοιαύτη σπουδὴ γίνεται, εὐτυχεῖς ἂν εἰς τὸ ἑξῆς. ἐπεὶ δὲ τὸ συμφέρον τῆς πόλεως καὶ διὰ συμβουλῆς καὶ δι’ ἔργου γίνεται, πρὸς μὲν τὸ διὰ συμβουλῆς ἔθηκε τὸ διέλθοι, πρὸς δὲ τὸ δι’ ἔργου τὸ φέρει. λάμβανε δὲ τὸ εἰς κοινὸν πρὸς τὸ διέλθοι κατὰ συνεκδοχήν. Gu.

λαβών
: κτησάμενος. M.