Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

Χρησμὸς δοθεὶς Λαΐῳ.

Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς; δώσω τοι φίλον υἱόν· ἀτὰρ τόδε σοι μόρος ἔσται, παιδὸς ἑοῦ χείρεσσι λιπεῖν φάος. ὣς γὰρ ἔνευσε Ζεὺς Κρονίδης Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα.

Τὸ τῆς Σφιγγὸς αἴνιγμα.

Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνὴ,
καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

Λάϊος ἀπὸ Θηβῶν παραγενόμενος κατὰ τὴν ὁδὸν ἐθεάσατο Χρύσιππον τὸν υἱὸν τοῦ Πέλοπος. τούτου ἐρασθεὶς ἡξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας σὺν αὐτῷ. τοῦ δὲ μὴ τοῦτο ποιῆσαι βουληθέντος ἥρπασεν αὐτὸν ὁ Λάϊος λάθρα τοῦ ἑαυτοῦ πατρός. ἐπὶ πολὺ δὲ αὐτοῦ θρηνοῦντος διὰ τὴν τοῦ παιδὸς ἀπώλειαν ὕστερον ἔμαθε καὶ μαθὼν κατηράσατο τῷ αὐτὸν ἀνελόντι μὴ παιδοποιῆσαι· εἰ δὲ τοῦτο γένηται, ὑπὸ τοῦ τικτομένου ἀναιρεθῆναι.