Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

990.

Πέλοψ ὅτε
: προτακτέον τοῦ λόγου τὸ ὁπότε, τουτέστι· καὶ κατεῖδον οἱ ἐμοὶ προπάτορες ἄτας ἐν δόμοις, ἐξ οὗ Πέλοψ ἐξεδίφρευσεν εἰς θάλασσαν τὸν Μυρτίλον. (ἔνθεν καὶ Μυρτῷον ἀπὸ Μυρτίλου τὸ πρὸς Εὔβοιαν κέκληται.) μηνίσαντα γὰρ Ἑρμῆν τὸν τούτου πατέρα ὑποβαλεῖν τοῖς ποιμνίοις χρυσόμαλλον ἄρνα, ἥ πολλῶν αἰτία κακῶν αὐτοῖς γέγονε. τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἑξῆς ἐπάγει. ἀνεῖλε δὲ τὸν Μυρτίλον προσδοκήσας καὶ αὐτὸς ὁμοίως ὑπ’ αὐτοῦ προδοθήσεσθαι, ἵνα μὴ ἐξείποι ὅτι αὐτὸς ἐνίκησε, καὶ οὐ Πέλοψ. οἱ δὲ, ὅτι μετὰ τὴν νίκην ὡς φίλον συλλαβόμενος τὸν Μυρτίλον ἐξεδίφρευσε, ζηλοτυπήσας εἰς Ἱπποδάμειαν. A.B.I. ὁ Οἰνόμαος πατὴρ τῆς Ἱπποδαμείας. οἱ ἵπποι τοῦ Οἰνομάου ἦσαν ἡ Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ ἱπποκόμος ἦν ὁ Μυρτίλος. A.

Πέλοψ ὅτε
: Οἰνόμαος προέθηκε τῆς Ἱπποδαμείας, τῆς αὐτοῦ θυγατρὸς, γάμον τῷ κατὰ τὴν ἱππικὴν αὐτὸν νικῆσαι δυνησομένῳ. ἰδοῦσα δὲ τὸν Πέλοπα ἡ Ἱπποδάμεια ἠγάπησε, καὶ μελλόντων ἀγω νίζεσθαι Πέλοπος καὶ Οἰνομάου ὁ Μυρτίλος, ὃς ἦν ἡνίοχος τοῦ Οἰνομάου, ἐξ ὑποθήκης Ἱπποδαμείας ἐξέβαλεν ἀπὸ τῶν τροχῶν τοῦ τεθρίππου τοὺς σιδηρέους δεσμοὺς, καὶ οὕτως ἡττήθη ὁ Οἰνόμαος. εἶτα συναπῆρε μετὰ τοῦ Πέλοπος ἡ Ἱπποδάμεια, καὶ ὁ Μυρτίλος οὗτος διαβληθεὶς παρὰ τῆς Ἱπποδαμείας, ὡς ἐρῶν αὐτῆς, ἢ δεδιότος Πέλοπος μὴ καὶ αὐτὸν τὰ ὅμοια δράσῃ τῷ πενθερῷ, ἢ μὴ ἐξείπῃ
ὡς αὐτὸς αὐτῷ αἴτιος τῆς νίκης ἐγένετο, συνελαύνων Πέλοπι παρὰ αἰγιαλοῖς ἐρρίφη ὑπ’ αὐτοῦ πρὸς τὴν θάλασσαν πλησίον Γεραιστοῦ, ἀκρωτηρίου Εὐβοίας, καὶ ἀποπνιγόμενος ηὔξατο Ἑρμῇ τῷ αὐτοῦ πατρὶ ἔριν ἐμβαλεῖν τῷ γένει Πέλοπος· ἥτις ἐγένετο ὕστερον Ἀτρεῖ καὶ Θυέστῃ περὶ τῆς ἀρχῆς. ἡ δὲ ἱστορία πᾶσα δεδήλωται πρόσθεν ἐν τῷ χορῷ τῷ ὁ μέγας ὄλβος. Gu.

διεδίφρευσε
: ἀντὶ τοῦ ἐξεδίφρευσεν, ἐξέρριψε τὸν Μυρτίλον ἐπὶ τὸ ἀπολέσθαι. B.M.I. τὸ διεδίφρευσεν ἐν πελάγεσι, καὶ τὸ δικὼν εἰς οἶδμα, καὶ τὸ ᾐόσιν ἁρματεύσας ταυτὸ σημαίνουσι. διαδιφρεύω δὲ κυρίως τὸ δίφρον ἐλαύνω. Gu.

ὁ Οἰνόμαος ἐβασίλευσιν ἐν τῇ Λέσβῳ, εἶχε δὲ καὶ ἵππους ταχεῖς, οὓς οὐδεὶς ἐνίκησεν εἰ μὴ ὁ Πέλοψ. εἶχε δὲ ὁ Πέλοψ ἡνίοχον τὸν Κύλαν. ἡ δὲ Ἱπποδάμεια Οἰνομάου θυγάτηρ, ἢ καὶ παρὰ τοῦ ἰδίου πατρὸς ἐρωμένη καὶ διὰ τοῦτο μὴ ἐκδιδομένη πρὸς γάμον, καθὼς οἱ ἀκριβέστεροι τῶν ἱστοριογράφων γράφουσιν, ἠρᾶτο καὶ παρὰ Μυρτίλου τοῦ ἡνιοχοῦντος τῷ ταύτης πατρὶ, υἱοῦ δὲ ὑπάρχοντος Ἑρμοῦ καὶ Κλεοβούλης τῆς Αἰόλου ἢ Αἰτωλοῦ θυγατρός. αὕτη τὸν Πέλοπα ἰδοῦσα ὡραῖον μετὰ τὴν τῶν δώδεκα νυμφίων ἀναίρεσιν ἔρωτι τούτου κατείχετο, ἢ τῷ Μυρτίλῳ φησι συνεργῆσαι τῷ νεανίᾳ εἰς τὴν κατὰ τοῦ πατρὸς νίκην. ὁ δὲ ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους μὴ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος ἐκπεσόντων τῶν τροχῶν. ἐδίδου γὰρ ὁ Οἰνόμαος τοῖς μνηστῆρσι τὴν Ἱπποδάμειαν ἐπὶ τῶν οἰκείων ἔχειν ἁρμάτων, θεὶς πέλας τοῦ δρόμου ἔπαθλον γάμου τὸν Κορίνθιον ἰσθμὸν, εἰ δυνηθεῖεν ἀφικέσθαι μέχρι τούτου. αὐτὸς δὲ ὄπισθεν ἐλαύνων μετὰ δόρατος καὶ καταλαμβάνων αὐτοὺς ἀνῃρεῖτο. τότε δὲ οὕτω νικηθεὶς δόλῳ καὶ ἀναιρούμενος κατηράσατο τῷ Μυρτίλῳ, γνοὺς τὴν ἐπιβουλὴν, ἵνα ὑπὸ Πέλοπος ἀνέληται, ὃ καὶ γέγονεν ὕστερον. διαβληθεὶς γὰρ παρ’ Ἱπποδαμείας ὡς βιάζων αὐτὴν ἢ, ὡς οἱ πολλοί φασι, πειράζων αὐτὴν, ῥίπτεται παρὰ Πέλοπος περὶ Γεραιστὸν ἀκρωτήριον. ὁ δὲ τελευτῶν ἀρὰς ἀρᾶται τοῖς Πελοπίδαις δεινὰς, αἳ καὶ πεπλήρωνταί

ὕστερον, γεννηθείσης μᾶλλον καὶ τῆς χρυσῆς ἀρνὸς Ἑρμοῦ βουλῇ τοῦ Μυρτίλου πατρὸς ἐν τοῖς Ἀτρέως ποιμνίοις· ὅθεν τὰ δεινὰ τῆς τραγῳδίας ἔπη. ὁ δὲ Γεραιστὸς ἀποθανόντος ἐκεῖ τοῦ Μυρτίλου Μυρτῷον πέλαγος ὠνομάσθη. ὁ δὲ Πέλοψ εἰς Ὠκεανὸν ἐλθὼν καὶ Ἡφαίστῳ ἁγνισθεὶς, λαβὼν Νήσσαν τὴν Οἰνομάου βασιλείαν καὶ τὴν Ἀπίαν Πελασγίαν λεγομένην Πελοπόννησον ὠνόμασεν. ἡ δὲ ἱστορία τῆς χρυσῆς ἀρνὸς ἐγράφη ὄπισθεν ὁπότε χρυσέας ἔρις ἀρνός C.