Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

981.

βροτῶν δ’ ὁ πᾶς
: ὁ βίος δὲ τῶν ἀνθρώπων ἀβέβαιος, ἄνισος, ἄστατος· ἄλλοι γὰρ ἄλλας ἔχουσι τύχας. B.M. I.

μόλοιμι
: ἀπέλθοιμι εἰς πέτραν τὴν τεταμένην ἐν αἰωρήμασιν, ἤτοι τὴν αἰωρουμένην καὶ κρεμαμένην, μέσον τοῦ οὐρανοῦ καὶ τῆς χθονὸς, λέγω τὴν βῶλον τὴν ἁλύσεσι χρυσείαις, ἤτοι δι’ ἁλύσεων χρυσῶν, φερομένην ἐν συστροφαῖς ἐκ τοῦ οὐρανοῦ, ὅπως θρηνητικῶς διηγήσομαι τῷ γέροντι τῷ Ταντάλῳ, ὃς ἔτεκε τοὺς ἀρχηγοὺς τῶν δόμων ἐμοῦ, ἤτοι τὸν Πέλοπα καὶ τοὺς ἐξ αὐτοῦ, οἳ κατεῖδον ἄτας, ὅτε κατὰ τὸν ταχύτατον δρόμον τῶν ἵππων, τὸν γινόμενον τῇ διὰ τεσσάρων ἵππων κινήσει, ὁ Πέλοψ ἀπὸ τοῦ δίφρου ἐποίησε τὸν φόνον τοῦ Μυρτίλου, κατὰ τοῦ πελάγους δικὼν αὐτὸν εἰς τὸ κῦμα τοῦ πόντου, ἁρματεύσας, ἤγουν δραμὼν πρὸς ταῖς ἠϊόσι τῶν ποντίων σάλων ταῖς τοῦ Γεραιστοῦ ταῖς λευκοκύμοσιν· ἀφ’ ἧς αἰτίας ἦλθε τοῖς ἐμοῖς δόμοις ἀρὰ πολλῶν στεναγμῶν αἰτία, ὁπότε ἐγένετο ἐν τοῖς ποιμνίοις τοῦ Ἀτρέως τοῦ ἱπποτρόφου τὸ τέρας τὸ ὀλέθριον τοῦ υἱοῦ τῆς Μαίας, ἤγουν τοῦ Ἑρμοῦ, τουτέστιν ὃ ἐποίησεν ὁ Ἑρμῆς, τὸ λόχευμα λέγω τὸ χρυσόμαλλον τοῦ ἀρνὸς, ἀντὶ τοῦ ὁ τόκος τοῦ ἀρνὸς τοῦ χρυσομάλλου. ἀφ’ ἧς αἰτίας ἡ ἔρις καὶ τὸ ταχινὸν ἅρμα τοῦ ἡλίου μετεποίησε προσαρμόσασα, ἀντὶ τοῦ μεθαρμόσασα καὶ μεταλλάξασα τὴν ὁδὸν, ἤγουν τὴν πορείαν, τοῦ οὐρανοῦ, τὴν πρὸς ἑσπέραν, ἤγουν τὴν πρὸς τὸ ἑσπέριον μέρος, εἰς μονόπωλον ἠῶ, ἤτοι εἰς ἡμέραν ἑνὸς δρόμου ἵππων, τουτέστιν εἰς ἡμέραν μίαν, καὶ τὸν δρόμον τῆς ἑπταπόρου Πλειάδος, ἤτοι τῆς ἑπτὰ πορείας ποιούσης (ἑπτὰ γὰρ ἀστέρες ἐστὶν ἡ Πλειὰς καὶ ὁ εἷς ἀμυδρὸς) μεταβάλλει, ἀντὶ τοῦ μετέβαλεν, ὁ Ζεὺς εἰς ὁδὸν ἄλλην, ἤγουν ἐκ δύσεως πρὸς ἀνατολήν.
καὶ ἀπὸ τῶνδε, ἤτοι μετὰ ταῦτα, ἀμείβει, ἀντὶ τοῦ διαδόχους ἐπήγαγεν, ὁ Ζεὺς δηλονότι, θανάτους θανάτων, καὶ τὰ ἐπώνυμα δεῖπνα τοῦ Θυέστου, ἐπήγαγε δηλονότι, (οὐ γὰρ ἁρμόζει ἐνταῦθα τὸ κατὰ διαδοχὴν ἐπήγαγε,) καὶ τὰ λέκτρα τῆς Ἀερόπης τῆς Κρήσσης τῆς δολίας ἐν δολίοις γάμοις. τὰ πανύστατα δὲ, κακὰ δηλονότι, ἦλθεν εἰς ἐμὲ καὶ εἰς τὸν ἐμὸν πατέρα σὺν πολυπόνοις ἀνάγκαις τῶν δωμάτων. Gr. I.