Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

964.

νερτέρων καλλίπαις θεά
: Περσέφασσα καλεῖται ἡ κόρη. ἀπὸ δὲ ταύτης καὶ τὴν μητέρα βούλεται δηλοῦν. πῶς γὰρ ἡ παῖς καλλίπαις; ἡ γὰρ Περσέφασσα θυγάτηρ ταύτης. γράφεται δὲ τὸ καλλίπαις καὶ καλὴ παῖς, αὕτη οὖσα ἡ κόρη. οὕτω καὶ βέλτίον·
αὕτη γὰρ ἐκληρώθη τὸν θρῆνον· τοῖς γὰρ θρηνοῦσιν ἐγγίνεται ἡ τὸν Ἴακχον γεννήσασα ἡ καλὴ παῖς. A.B.M.I. Ἰστέον ὅτι τῆς κορης, ἤγουν τῆς Περσεφόνης, ἁρπασθείσης ὑπὸ τοῦ Πλούτωνος, ἡ μήτηρ αὐτῆς ἡ Δηὼ νῆστις περιήρχετο, ζητοῦσα αὐτήν. καὶ δὴ περιερχομένη καὶ ζητοῦσα αὐτὴν ὑπεδέχθη ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόοντος ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας. ἥτις Μετάνειρα παρέθηκεν αὐτῇ τράπεζαν, καὶ ἐκέρασεν αὐτῇ οἶνον. ἡ δὲ θεὸς οὐκ ἐδέξατο, λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτὴν οἶνον ἐπὶ τῇ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δὲ κυκεῶνα ἐκέλευσεν αὐτῇ κατασκευάσαι, ὃν δεξαμένη ἔπιεν. Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας, ἀθυμοῦσαν τὴν θεὰν ὁρῶσα, γελοιώδεις λόγους καὶ σκώμματά τινα ἔλεγε πρὸς τὸ γελάσαι τὴν θεόν. ἦσαν δὲ τὰ ῥήματα, ἅπερ αὐτὴ πρῶτον εἶπεν, ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα· ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι. Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ τοῦ Πανὺς, Θρᾷσσα τὸ γένος. B.I.

καλλίπαις ὁ καλοὺς παῖδας ἔχων, καὶ ἡ καλλίπαις ἐπὶ θηλυκοῦ. καλλίπαις καὶ ἡ καλὴ παῖς, ὡς ἐνταῦθα. Gr. Fl. 6. 9. 17. 21. 25. 56. 59. 76. ἡ ἔχουσα καλὸν παῖδα τὸν Ἴακχον, ἢ ἡ οὖσα καλὴ παῖς τῆς Δήμητρος. Gu.