Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

γῆν Ἰνάχου
: Ἴναχος αὐτόχθων, πρῶτος βασιλεὺς Ἄργους, δεύτερος Πελασγὸς, τρίτος Δαναὸς ὁ Βήλου. A.B.M. I. Ἴναχος ποταμὸς Ἄργους· ἀπὸ τούτου δὲ καὶ τὸ Ἄργος Ἰνάχιον. εἴληφε δὲ τοὔνομα τοῦτο ὁ ποταμὸς ἀπὸ Ἰνάχου τινὸς πρώτου συνοικίσαντος Ἄργος. λέγεται γὰρ μετὰ τὸν κατακλυσμὸν τὸν ἐπὶ τοῦ Δευκαλίωνος, ὄντων ἀνθρώπων ἐν ὄρεσι, παραλαβὼν οὗτος ἄνδρας τινὰς καὶ εἰς τὸ νῦν καλούμενον Ἄργος ἐλθὼν κατοικῆσαι, εὑρὼν ἅπαντα τὸν τόπον τοῦτον πλήρη ὕδατος καὶ καθάρας. ἐποίησε δὲ καί τινα πηγὴν ἐνταῦθα ἀναδοθῆναι, ἀφ’ ἧς ὁ ποταμὸς ἐγεγόνει ἐπώνυμος τοῦ οἰκιστοῦ. Πελασγοὺς δὲ τοὺς Ἀργείους καλοῦσιν ἀπὸ Πελασγοῦ τινος, μετὰ τὸν Ἴναχον πρώτου βασιλεύσαντος. ὕστερον δὲ καὶ Ἀργεῖοι ἐκλήθησαν ἀπὸ Ἄργου. Gu.