Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

929.

ἀνδρῶν
: τῶν ἐν τοῖς πολέμοις ἐκστρατευόντων. Gu.

εὔνιδας
: τὰς εὐνάς. Gr. κοίτας. Gu.

λωβώμενοι
: ὑβρίζοντες. Gr. βλάπτοντες. Gu.

932.

γῆν Ἰνάχου
: μετὰ τὸν κατακλυσμὸν ἐν ὄρεσιν οἰκούντων τῶν Ἀργείων πρῶτος αὐτοὺς συνῴκισεν Ἴναχος, καὶ λιμναζόμενον τὸ παρὰ τὸν Ἴναχον πεδίον αὐτὸς ἐκαθάρισε, καὶ ἐκ πηγῆς τινος ποιησάμενος τὸν ποταμὸν ἀφ’ ἑαυτοῦ Ἴναχον ἐκάλεσε καὶ τὸ Ἄργος Ἰνάχιον. Ἰνάχου δὲ καὶ Μελίας Φορωνεὺς καὶ Πηγεὺς ἐγένοντο. Φορωνέως δὲ καὶ Πειθοῦς ἐγένοντο Αἰγιαλεὺς, Ἀπία, ἀπὸ δὲ Εὐρώπης Νιόβη, Νιόβης δὲ Ἄργος ἐγένετο, Ἄργου δὲ Κρίασος, Ἔκβασος, Πείρασος, Ἐπίδαυρος, Τίρυνς. Κριάσῳ δὲ ἀπὸ Μελανθοῦς ἐγένοντο Φόρβας καὶ Κλεόβοια· Φόρβαντι δὲ ἐκ τῆς Εὐβοίας ἐγένοντο Τριόπας καὶ Μεσσήνη· Τριόπᾳ δὲ ἐκ Σωσίδος ἐγένοντο δίδυμοι μὲν Πελασγὸς καὶ Ἴασος, νεώτεροι δὲ Ἀγήνωρ καὶ Ξάνθος. ὁ δὲ Πελασγὸς πρῶτος ἄρτου κατασκευὴν ἐξεῦρε, πάλαι τῶν ἀνθρώπων τοῖς δράγμασι σιτουμένων, καὶ Πελασγικὸν τὸ Ἄργος ὠνόμασεν. Ἰάσου δὲ καὶ Λευκάνης Ἰὼ ἐγένετο, Ἰοῦς δὲ Ἔπαφος, Ἐπάφου δὲ Λιβύη καὶ Τηλέγονος,
Λιβύης Βῆλος καὶ Ἀγήνωρ, Βήλου δὲ Αἴγυπτος καὶ Δαναός. A.B. M.I.