Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

926.

ἀφῄρει
: τοὺς ἄνδρας δηλονότι. B.M. Gu. ἀνέτρεπε. Gu.

μήθ’ ὁπλίζεσθαι χέρα
: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα τὸ ὅσον ἐφ’ ᾧ δέδρακε φόνον κατὰ τοῦ ἀνδρὸς ἀνῄρει, καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ ζηλωτὰ, λέγω δὲ τὸ ὁπλίζεσθαι καὶ ἐπ’ ἀλλοδαπῆς ἰέναι. νῦν δὲ ἀνῃρημένης αὐτῆς πεφρίκασιν αἱ γυναῖκες τὰς κατὰ τῶν ἀνδρῶν ἐπιβουλάς. τότε δὲ οὐκ ἂν ἐτόλμησε τῶν ἀνδρῶν οὐδεὶς ἔξω τῶν οἴκων ἐπὶ πόλεμον ὁρμᾶν, ὑφορώμενος τοὺς εἰωθότας νοθεύειν. A.B. M. I. Ἄλλως. ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα ὅσον ἧκεν ἐφ’ ἑαυτῇ καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσεν, φημὶ δὴ τὸ ὁπλίζεσθαι κατὰ ἀλλοδαπῆς διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι. A.M.

μήθ’ ὁπλίζεσθαι
: καθὰ λέγεται τὸ ἀρνοῦμαι τὸ μὴ λαβεῖν ἀντὶ τοῦ ἀρνούμενος λέγω ― εἰ γὰρ μὴ ἦν ἀντὶ τούτου, ἐδήλου ἂν ὁ λόγος τὸ ὁμολογῶ λαβεῖν, ὅπερ ἡ συνήθεια οὐ βούλεται ― οὕτω κἀνταῦθα τὸ ἀφῄρει μὴ ὁπλίζεσθαι ἀντὶ τοῦ ἀφαιροῦσα καθίστα. ἐπεὶ γὰρ τὸ μή ἀφαίρεσιν δηλοῖ καὶ ἄρνησιν καὶ τὰ τοιαῦτα, ἔστιν ὅτε μέλλοντες οἱ τοὺς λόγους συντιθέντες μετὰ τοῦτο λόγον ἐπάγειν προλαμβάνοντες τὸ ἀρνοῦμαι τιθέασιν, ἢ τὸ ἀφῄρει ἤ τι τοιοῦτον, ὥσπερ προαναφωνοῦντες τὴν αὐτοῦ δύναμιν. Gu. μήτε μετὰ ὅπλων κινεῖν τὴν χεῖρά τινα ἐκλιπόντα τὰ δώματα, μήτε στρατεύειν ἐκλιπόντα τὰ δώματα. Gr. Fl. 6. 21. 56. 59. 76.

χέρα
: ἄνδρα, ἀπὸ μέρους τὸ πᾶν. Gu. Fl. 6.