Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

911.

θεᾶσθαι δ’ ὧδε
: ὁ δὲ τοῦ δήμου προϊστάμενος ὀφείλει τοὺς τοιούτους ἐπιλέγεσθαι δημηγόρους, τοὺς καὶ χρησιμεύειν μέλλοντας· ὁμοίως γὰρ τὸ πρᾶγμα γίνεται τῷ τε δημηγόρῳ καὶ τῷ τοῦ δῆμου προϊσταμένῳ. τιμωμένῳ γὰρ εἶπε τῷ προϊσταμένῳ. A.B.C. M.I.
δεῖ, φησὶ, τὸν ἀγαθὸν πολίτην εἰς τὸ τῆς πόλεως συμφέρον ἀφορᾶν ἀεί· καθὼς γὰρ ἂν συμβουλεύσειεν, οὕτως εἰώθασιν ἀποβαίνειν τὰ πράγματα. B.I. Ἄλλως. τὸν προεστῶτα τῆς πόλεως, τουτέστι τὸν δημαγωγὸν, οὕτως ἀφορῶντα πρὸς τὸν λέγοντα δεῖ κρίνειν· ὁμοίως γὰρ, φησὶν, ἀποβαίνει τὸ πρᾶγμα καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι· ὥσπερ γὰρ, ἐὰν ᾖ ὁ συμβουλεύων κακὸς, ἀσύμφορόν ἐστι τῇ πόλει, οὕτως καὶ, ὅταν ὁ ἀκούων κακῶς ἀκούῃ, πάλιν οὐ σύμφορος. A. B. I. Ἄλλως. τὸν δὲ προεστῶτα τῆς πόλεως καὶ τοῦ δήμου ἀνερευνᾶν δεῖ καὶ ἀνασκοπεῖν τὸν συμβουλεύοντα ὁποῖόν ἐστι τὸ ἦθος. εἰς ταυτὸν γὰρ ἀποβαίνει τὸ πρᾶγμα τῷ τε λέγοντι κακῶς καὶ σφαλερῶς συμβουλεύοντι τῷ δεχομένῳ τοὺς αὐτοὺς λόγους. A.

θεᾶσθαι
: ἐνταῦθα δὲ, ἤγουν ἐν τοῖς τοιούτοις, χρὴ τὸν προστάτην τῆς πόλεως ἰδόντα, τουτέστιν ἐγνωκότα, θεᾶσθαι, ἀντὶ τοῦ σκέπτεσθαι, ἀκριβῶς σκοπεῖν. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. τὸ θεᾶσθαι δ’ ὧδε τοῦτο λέγει, ἀντὶ τοῦ σκοπεῖν οὕτω, ποῖός τις καθ’ ἡδονὴν λέγει, καὶ ποῖος οὔ, καὶ τῷ μὲν πείθεσθαι, τὸν δὲ καθ’ ἡδονὴν λέγοντα μισεῖν, ὡς κακῶν ἐσύστερον αἴτιον. οἱ δὲ λέγοντες τὸ θεᾶσθαι καὶ τὸ ἰδόντα ἐκ παραλλήλου, ὥσπερ τὸ ἐτύγχανεν ὤν, οὐ καλῶς λέγουσιν. ἔχει γὰρ οὕτω· χρὴ δὲ τὸν προστάτην καὶ ἰδόντα καὶ γνόντα καὶ ἀκούσαντα τούτους θεᾶσθαι καὶ σκοπεῖν ὧδε, ὡς ἔφαμεν. Gu.

θεᾶσθαι
: σκέπτεσθαι, ἀκριβῶς σκοπεῖν, ἐρευνᾶν. Gu.

ὧδε
: ἐνταῦθα, ἤγουν ἐν τοῖς τοιούτοις. οὕτως. Gu.

τὸν προστάτην
: τῆς πόλεως, τὸν δικαστὴν τῶν λόγων, τὸν ἄρχοντα. Gu.