Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

872.

οὗ φασι πρῶτον Δαναόν
: Δαναὸς ἐγένετο Ἄργους βασιλεύς. οὗτος τὰς θυγατέρας ἑαυτοῦ πεντήκοντα οὔσας ἐκδίδωσι πρὸς
γάμον τοῖς υἱοῖς Αἰγύπτου πεντήκοντα καὶ αὐτοῖς οὖσιν. οὗτος ἀπῆλθεν εἰς τὸ μαντεῖον, χρησόμενος εἰ ἄρα καλῶς ἔγημαν αἱ θυγατέρες. ὁ δὲ θεὸς ἔχρησεν αὐτὸν ἐκ τούτου κινδυνεύσειν. ὁ δὲ ἔπεισε τὰς θυγατέρας ἀνελεῖν τοὺς υἱοὺς Αἰγύπτου. μόνη δὲ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, καὶ οὗτος ἐβασίλευσεν Ἄργους. A. B. M.I. Ἄλλως. ὅπου φασὶ πρῶτον Δαναὸν μετὰ τὸν θάνατον τῶν υἱῶν Αἰγύπτου δοῦναι δίκας. αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τὸν φόνον. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀργείους. ἀλλὰ Λυγκεὺς πείθει λόγοις ὁρίσασθαι τὴν ἔχθραν, καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. ὁ δὲ τόπος ἔνθα ἡ δίκη συνήχθη περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἀλίσας τὸν λεὼν συνεβούλευσεν οἰκίζειν τὸ πεδίον, ἐξ ἐκείνου Ἁλιαία καλεῖται, ἡ νῦν Ἡλιαία λεγομένη. Ἄλλως. ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖχθαι τὸν Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γρά φων οὕτως ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος, παῖδας δὲ, ὡς μὲν Ἡσίοδος, ἐποίησε πεντήκοντα, ὡς δὲ ἐγὼ λέγω, οὐδὲ εἰσί. καὶ Διονύσιος ὁ κυκλογράφος τὰ παραπλήσια τούτῳ φησί. Φρύνικος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος.
λέγεται δέ τις ἐν Ἄργει πρὼν, ὅπου δικάζουσιν Ἀργεῖοι. ἱστορεῖ δὲ περὶ τοῦ χωρίου Δεινίας ἐν θ′ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευτέρας, γράφων οὕτως ταχέως δὲ κυριεύσαντες τὸν Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες λίθοις ἀπέκτειναν. καὶ τὸν τάφον αὐτοῦ δεικνύουσιν ἔτι καὶ νῦν ὑπεράνω τοῦ καλουμένου πρωνὸς, χῶμα παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν. τάχα δ’ ἂν τούτου καὶ ἐν Βελλεροφόντῃ μνημονεύοι εἰπών καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων στὰς ἐν μέσοισιν εἶπε κηρύκων ὕπο. A. B. M.I.

οὗ φασι Δαναόν
: ἐν κρίσει ἀπολογίας τοῦ φόνου τῶν υἱέων. μετὰ θάνατον τῶν υἱέων ἧκεν εἰς Ἄργος Αἴγυπτος τιμωρησόμενος Δαναόν. καὶ ὃς μαθὼν ἐξῆλθε μετὰ τῶν Ἀργείων εἰς μάχην. ἀλλὰ Λυγγεὺς ὁ υἱὸς Αἰγύπτου ὁ μόνος ἀποφυγὼν τὸν θάνατον πείθει λόγοις τόν τε πατέρα Αἴγυπτον καὶ Δαναὸν θεῖον καταλῦσαι τὴν μάχην καὶ εἰς κρίσιν ἐλθεῖν. καθιστῶσιν οὖν δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων ἀρίστους. γέγονε δὲ ἡ δίκη παρὰ τὴν ἀκρόπολιν, ἔνθα καὶ πρῶτον Ἴναχος κατελθὼν ἐξ ὄρους μετά τινων ἀνδρῶν ᾤκισε τὸ πεδίον. ὁ δὲ τόπος ἐξ ἐκείνου Ἡλιαία καλεῖται, ἐν ᾧ Ἀργεῖοι ἐποίουν τὰς δίκας. Gu. τὴν Ἡλιαίαν φησί. M.

ἄκραν
: τὸ ἀκρωτήριον. Gr. τῆς πόλεως. Gu. εἰς τὴν ἀκρόπολιν, ἔνθα ἦν καὶ τὸ λεγόμενον Ἡλιαία δικαστήριον. Gu.