Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

866.―956. Ἐτύγχανον μὲν βαίνων, ἀντὶ τοῦ ἔβαινον, ἀγρόθεν, ἀπὸ τῶν ἀγρῶν, ἔσω τῶν πυλῶν τῆς πόλεως δηλονότι, χρήζων μαθεῖν καὶ τὰ περὶ σοῦ καὶ τὰ περὶ τοῦ Ὀρέστου· εἶχον γάρ ποτε ἀγάπην τῷ σῷ πατρὶ, καὶ ἔτρεφέ με ὁ σὸς δόμος, πένητα μὲν, ἀναγκαῖον δὲ τοῖς φίλοις εἰς τὸ χρῆσθαι ἐμοὶ δηλονότι. ὁρῷ δὲ ὄχλον στείχοντα, ἤτοι πλῆθος λαοῦ βαδίζον, καὶ καθίζοντα κατὰ τὸ ἀκρωτήριον (v. 872.), ὅπου φασὶ κατ’ ἀρχὰς τὸν Δαναὸν διδόντα δίκας τῷ Αἰγύπτῳ ἀθροῖσαι τὸν λαὸν εἰς κοινὰς ἕδρας, ἤτοι εἰς συνέδριον. ἰδὼν δὲ τὴν συναγωγὴν τοῦ λαοῦ ἠρώτησά τινα τῶν πολιτῶν τί καινὸν καὶ νέον γέγονε τῷ Ἄργει δηλονότι. ἆρα ἄγγελμά τι παρὰ τῶν πολεμίων ἐλθὸν διήγειρε τὴν πόλιν τῶν Δαναϊδῶν; ὁ δὲ εἶπεν, οὐχ ὁρᾶς ἐκεῖνον τὸν Ὀρέστην πλησίον τοῦ ἀθροίσματος ἐρχόμενον, μέλλοντα δραμεῖσθαι ἀγῶνα τὸν θανάσιμον, ἤτοι τὸν θάνατον ἐπάγοντα. ὁρῶ δὲ φάσμα ἀνέλπιστον, ὃ μήποτε ὤφελον ἰδεῖν, λέγω τὸν Πυλάδην

καὶ τὸν σὸν σύγγονον στείχοντε, ἤγουν στείχοντας καὶ βαδίζοντας ὁμοῦ, τὸν μὲν, ἤγουν τὸν Ὀρέστην, κατηφῆ καὶ σκυθρωπὸν καὶ παραλελυμένον ὑπὸ τῆς νόσου, (v. 882.) τὸν δὲ Πυλάδην ἐπὶ τῷ φίλῳ λυπούμενον, ἴσα καὶ ὁμοίως ἀδελφῷ, κυβερνῶντα τὸ νόσημα παιδαγωγίᾳ καὶ χειραγωγίᾳ. ἐπεὶ δὲ ἐγένετο ὁ ὄχλος τῶν Ἀργείων πλήρης, κῆρυξ ἀναστὰς εἶπε, τίς θέλει λέγειν, πότερον, ἀντὶ τοῦ ἆρα, πρέπον ἐστὶν ἀποθανεῖν τὸν Ὀρέστην μητροκτονήσαντα, ἢ μὴ χρεὼν καὶ πρέπον ἐστί; καὶ ἐπὶ τούτῳ, ἤτοι μετὰ τοῦτον, ἀνίσταται, ἀντὶ τοῦ ἀνέστη, ὁ Ταλθύβιος, ὃς συνεπόρθει τῷ σῷ πατρὶ, ἤγουν σὺν τῷ σῷ πατρὶ, τοὺς Φρύγας. ἔλεξε δὲ διχόμυθα, τουτέστι διπλῆν ἔννοιαν ἔχοντα, ἤτοι δίγνωμα καὶ ἀμφιρρεπῇ, ὢν ἀεὶ ὑπὸ τοῖς δυναμένοις, ὑποκάτω τῶν δυναμένων, ἤτοι τοῖς κρατοῦσι χαριζόμενος, τὸν μὲν σὸν πατέρα ἐκπαγλούμενος καὶ θαυμάζων, τὸν σὸν δὲ σύγγονον οὐκ ἐπαινῶν, (v. 899.) λόγους κακοὺς ἑλίσσων, ἀντὶ τοῦ συνείρων καὶ συμπλέκων καλοῖς, ὅτι καθισταίη, ἀντὶ τοῦ καθίστησιν καὶ τίθησιν, εἰς τοὺς τεκόντας νόμους οὐ καλούς· τὸ δὲ ὄμμα ἀεὶ ἐδίδου χαροπὸν τοῖς φίλοις τοῦ Αἰγίσθου. τὸ γὰρ γένος τῶν κηρύκων τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ πηδῶσι καὶ ὁρμῶσιν ἀεὶ οἱ κήρυκες. οὗτος δὲ φίλος αὐτοῖς, τοῖς κήρυξιν, ὃς ἂν ἰσχύῃ καὶ ὑπάρχῃ ἐν ἀρχαῖς πόλεως, ἤτοι ἀρχὴν πόλεως ἔχῃ μετὰ τοῦτον ἐδημηγόρει ὁ Διομήδης ὁ ἄναξ. οὗτος κτανεῖν μὲν οὐδὲ σὲ, οὐδὲ τὸν σύγγονόν σου εἴα καὶ παρεχώρει, φυγῇ δὲ καὶ ἐξορίᾳ ζημιοῦντας τοὺς Ἀργείους, ὑμᾶς δηλονότι, εὐσεβεῖν, ἤτοι καθαροὺς εἶναι. ἐθορυβήθησαν δὲ οἱ μὲν λέγοντες ὅτι καλῶς λέγει, (v. 902.) οἱ δὲ οὐκ ἐπῄνουν, τὰ ὑπ’ ἐκείνου λεχθέντα δηλονότι. καὶ μετὰ τοῦτον ἀνέστη ἀνὴρ ἀκρατόστομος, ἰσχύων θράσει καὶ ἀναισχυντίᾳ, Ἀργεῖος, οὐκ Ἀργεῖος, ἤτοι κατ’ ἀνάγκην ὢν Ἀργεῖος, πίσυνός τε καὶ θαρρῶν θορύβῳ καὶ ταραχῇ καὶ παρρησίᾳ ἀμαθεῖ καὶ ἀπαιδεύτῳ, πιθανὸς καὶ ἐπιτήδειος περιβαλεῖν αὐτοὺς κακῷ τινί. — ὅταν γὰρ ἡδὺς, ὤν δηλονότι, τοῖς λόγοις καὶ κατὰ τοὺς λόγους φρονῶν κακῶς πείθει τὸ πλῆθος, κακὸν μέγα ὑπάρχει τῇ πόλει· ὅσοι δὲ μετὰ γνώσεως βουλεύουσιν, ἀντὶ τοῦ συμβουλεύουσιν, ἀεὶ χρηστὰ καὶ ἀγαθὰ, κἂν μὴ παραυτίκα, αὖθις, ἤτοι εἰς τὸ μέλλον, εἰσὶ χρήσιμοι τῇ πόλει. πρέπει δὲ τὸν προστάτην (v. 912.) ἰδόντα, τουτέστιν ἐγνωκότα, ὧδε καὶ οὕτως σκοπεῖν καὶ ἐρευνᾶν· ὅμοιον γὰρ
γίνεται τὸ πρᾶγμα τῷ λέγοντι τοὺς λόγους, ἤτοι τῷ δημηγοροῦντι, καὶ τῷ τιμωμένῳ αὐτοὺς, τουτέστι τῷ ἄρχοντι. ―ὃς εἶπεν ἀποκτεῖναι τὸν Ὀρέστην καὶ σὲ, τοὺς Ἀργείους δηλονότι, βάλλοντας πέτροις, ἤτοι λιθοβολοῦντας. ὑπέτεινε δὲ καὶ ὑπέβαλεν ὁ Τυνδάρεως τῷ κατακτείνοντι σφὼ, τουτέστι τῷ συμβουλεύοντι φονευθῆναι ὑμᾶς, λέγειν λόγους τοιούσδε. ἄλλος δὲ ἀναστὰς ἔλεγεν ἐναντία τῷδε, κατὰ τὴν ὄψιν μὲν οὐκ εὐειδὴς, ἀνὴρ δὲ γενναῖος καὶ εὐγενὴς τῇ ψυχῇ, ὀλιγάκις μολύνων τὸν κύκλον τῆς ἀγορᾶς, ἀντιστρόφως, ἀντὶ τοῦ ὀλιγάκις χραινόμενος καὶ μολυνόμενος ὑπὸ τοῦ ἄστεος καὶ τοῦ κύκλου τῆς ἀγορᾶς, αὐτουργὸς καὶ γεωργὸς, οἵπερ καὶ μόνοι σώζουσι τὴν γῆν, ἀντὶ τοῦ τοὺς ἀνθρώπους, συνετὸς δὲ καὶ φρόνιμος, θέλων χωρεῖν ὁμόσε τοῖς λόγοις, τουτέστι παρρησιάζεσθαι διὰ τῶν οἰκείων λόγων, πρὸς τοὺς τὰ ἄδικα λέγοντας, (v. 922.) ἀκέραιος καὶ ἀνεπίληπτος, ἐπιτηδεύσας βίον ἄμεμπτον· ὃς εἶπε στεφανοῦν καὶ τιμᾶν τὸν παῖδα τοῦ Ἀγαμέμνονος, ὃς ἠθέλησε τιμωρεῖν καὶ βοηθεῖν τῷ πατρὶ, κτανὼν γυναῖκα κακὴν καὶ ἄθεον, ἢ ἐκεῖνα τὰ πράγματα ἀπεστέρει τοὺς ἄνδρας, μήτε ὁπλίζεσθαί τινα κατὰ τὰς χέρας, τουτέστι μήτε μετὰ ὅπλων κινεῖν τὴν χεῖρα, μήτε στρατεύειν ἀφέντα τὰ δώματα, εἰ οἱ λελειμμένοι καὶ ἐναπολειφθέντες τῶν ἀνδρῶν φθείρουσι τὰ ἔνδον οἰκουρήματα, ἤτοι τὰς ἔνδον οἰκουροὺς γυναῖκας, λωβώμενοι καὶ ὑβρίζοντες τὰς εὐνάς. καὶ τοῖς χρηστοῖς ἐφαίνετο λέγειν εὖ καὶ καλῶς, καὶ οὐδεὶς εἶπεν εἰς τὸ ἑξῆς. ἐπὶ τούτῳ δὲ ἦλθεν ὁ σὸς σύγγονος· (v. 932.) ἔλεξε δὲ, ὦ ἄνδρες οἱ κεκτημένοι τὴν γῆν τοῦ Ἰνάχου, πάλαι, ἤτοι ἄνωθεν, Πελασγοὶ, δεύτερον δὲ Δαναΐδαι, ἀντὶ τοῦ ὕστερον, ὑμῖν ἀμύνων καὶ βοηθῶν οὐδὲν ἔλαττον ἢ τῷ πατρὶ, ἔκτεινα τὴν μητέρα· εἰ γὰρ ὁ φόνος τῶν ἀρσένων ἔσται ὅσιος, ἤτοι ἐνδεδομένος ταῖς γυναιξὶν, οὐκέτι ἂν φθάνοιτε καὶ καταλαμβάνοιτε θνήσκοντες, ἢ χρεὼν καὶ ἀναγκαῖον δουλεύειν ταῖς γυναιξί. τὸ ἐναντίον δὲ δράσετε, ἢ καὶ παρὸ χρεὼν καὶ πρέπον δρᾶσαι· νῦν μὲν γὰρ προδοῦσα, ἤτοι ἔκδοτα ποιήσασα, τὰ λέκτρα τοῦ ἐμοῦ πατρὸς τέθνηκεν. εἰ δὲ δὴ κτενεῖτε ἐμὲ, ὁ νόμος ἀνεῖται καὶ ἀπολέλυται, καὶ οὐκ ἂν φθάνοι τις θνήσκων, (v. 942.) ὅτι τῆς τόλμης, τῶν γυναικῶν δηλονότι, οὐ γενήσεται σπάνις καὶ ἔνδεια. ἀλλ’ οὐκ ἔπειθε τὸν ὅμιλον, δοκῶν εὖ καὶ καλῶς λέγειν. νικᾷ δὲ ἐκεῖνος ὁ κακὸς λέγων ἐν τῷ πλήθει, ὃς ἡγόρευε κτανεῖν τὸν σύγγονον καὶ σέ. μόλις δὲ ἔπεισεν ὁ τλήμων
Ὀρέστης μὴ κτανεῖν πετρουμένους, ἤτοι λίθοις βαλλομένους. ὑπέσχετο δὲ ἐν σφαγῇ αὐτόχειρι, ἤτοι αὐτοεργῷ καὶ διὰ τῶν οἰκείων χειρῶν, λείψειν τὸν βίον σὺν σοὶ ἐν τῇδε τῇ ἡμέρᾳ. ἄγει δὲ αὐτὸν ἀπὸ τῶν ἐκκλήτων ἐνταῦθα, ἤτοι ἀπὸ τῆς ἐκκλησίας, ὁ Πυλάδης δακρύων. συνακολουθοῦσι δὲ καὶ οἱ φίλοι κλαίοντες, οἰκτείροντες. ἔρχεται δέ σοι (v. 952.) πικρὸν θέαμα καὶ πρόσοψις ἐλεεινή. ἀλλ’ ἑτοίμαζε ξίφη, ἢ σχοινίον ἀγχόνης ἐπὶ τῷ τραχήλῳ, ὅτι ἀπόκειται λιπεῖν σε τὸ φῶς. ἡ εὐγένεια δὲ οὐδὲν ἐπωφέλησεν, ἀντὶ τοῦ ὠφέλησεν, οὐδὲ ὁ Φοῖβος, ὁ Πύθιος, ἤτοι ὁ Ἀπόλλων ὁ καθίζων τρίποδα, ἤτοι ὁ ἐπὶ τρίποδος καθίζων, ἀλλὰ ἀπώλεσεν. I.