Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

86.

σὺ δ’ εἶ μακαρία
: πλεονάζει τὸ ὑπαρκτικὸν ῥῆμα, ἵν’ ᾖ, σὺ δὲ εἶ μακαρία καὶ ὁ ἀνὴρ ὁ σὸς μακάριος. εἰς τὸ πόσις τελεία στιγμὴ, τὸ δὲ ἑξῆς ἀπολύτως. B.M.

σὺ δ’ εἶ μακαρία
: τινὲς στίζοντες εἰς τὸ πόσις τὸ ἑξῆς κομματικὸν ἐκφέρουσιν, ἀπατηθέντες ἐκ τοῦ ὑπαρκτικοῦ ῥήματος τοῦ σὺ δ’ εἶ μακαρία, κἀνταῦθα ἕτερον προσλαμβάνοντες. φασὶ γὰρ οὕτω· σὺ δ’ εἶ ὦ Ἑλένη, μακαρία, καὶ ὁ σὸς πόσις μακάριός ἐστιν, εἶτα λέγουσι τὸ ἥκετον ἐφ’ ἡμᾶς ἀθλίως πεπραχότας κομματικόν. τὸ δὲ οὐκ ἔστι τοιοῦτον, ἀλλ’ εἰποῦσα ἡ Ἠλέκτρα, σὺ δὲ, ὦ Ἑλένη, μακαρία εἶ, ὤφειλεν εἰπεῖν, καὶ ὁ σὸς πόσις μακάριός ἐστι· νῦν δὲ οὐχ οὕτως, ἀλλὰ καινοπρεπῶς ἐξήνεγκε, πρὸς μὲν τὴν Ἑλένην ὑπαρκτικῷ ῥήματι χρησάμενος ἑνικῷ τῷ εἶ, πρὸς δὲ τὸν Μενέλαον ἀντὶ τοῦ ἐστι τὸ ἥκετον εἰποῦσα, συμπεριλαμβάνουσα ἀμφοτέρους, Ἑλένην τε καὶ Μενέλαον. Gu.