Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

819.

τὸ καλὸν οὐ καλόν
: τὸ νομιζόμενον δὲ εἶναι καλὸν, ὁ κατὰ τῆς μητρὸς φόνος, ὅτι ἐπ’ ἐκδικίᾳ τοῦ πατρὸς γέγονεν, οὐ καλὸν τῷ μητροκτονήσαντι. ἔνιοι οὕτως· ἡ τιμωρία ἡ ὀφείλουσα ὑπὸ τοῦ Ὀρέστου ὑπὲρ Ἀτρέως ἀπαιτηθῆναι σφοδρότερον ἀπῃτήθη. οὐ καλὸν δέ φησι τὸ σῶμα τῶν γονέων (λέγει δὲ τὴν Κλυταιμνήστραν) ἀπηνεῖ χειρὶ τέμνειν τὸν Ὀρέστην. A. M. καὶ τὸ νομιζόμενον καλὸν οὐ καλόν ἐστι. λέγει δὲ τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. τὸ γὰρ ἀδικεῖν πατέρας ἀσεβῶν ἐστι καὶ ἀνοήτων τέκνων καὶ πονηρῶν ἀνθρώπων· τὸ δέ γε τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον· μέλλουσα
γὰρ τελευτᾶν ἡ Τυνδάρεω Κλυταιμνήστρα φόβῳ τοῦ θανάτου ἀνεβόησεν ἡ δυστυχὴς, Ὀρέστα, τολμᾷς τὸν κατὰ τῆς μητρὸς φόνον. ὅρα δὴ καὶ σκόπει μή πώς τις εἰς τὸν πατέρα τὰς τοιαύτας τιμωρίας ἀνταλλάξῃ δύσκλειαν ἀθάνατον· οὔτε γὰρ νόσος, οὐδὲ αἷμα, οὔτε τις ἑτέρα συμφορὰ γένοιτ’ ἂν ἐν ἀνθρώποις μείζων μητροκτονίας. A.B. I.

τὸ καλόν
: τὸ καλῶς δοκοῦν γεγενῆσθαι οὐ καλῶς ἀπέβη τῷ Ὀρέστῃ. τὸ δέ ἐστι τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. B. M.I.

τὸ καλὸν οὐ καλόν
: ὡς γέγονε. Gr. τὸ δοκοῦν τῷ Ὀρέστῃ. Gu.