Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

811.

πάλαι παλαιᾶς
: ἀντὶ τοῦ διὰ τὴν παλαιὰν καὶ πάλαι γεγενημένην συμφοράν. λέγει δὲ τὴν μοιχείαν τῆς γυναικὸς τοῦ
Ἀτρέως καὶ τὴν βορὰν τῶν τέκνων τοῦ Θυέστου, ὡς καὶ ἐν τοῖς ἑξῆς ἐπάγει. ἢ οὕτως, προϋπαρξάσης ἑτέρας κατὰ τὸν ἀνέκαθεν χρόνον συμφορᾶς τῶν τέκνων αὐτοῦ, εἶτα εὐτυχίας τῆς κατὰ τὸ Ἴλιον, καὶ πάλιν δυστυχίας τῆς νῦν τραγῳδουμένης, ἥτις αὐτοῖς προὐξένησε συμφορὰς ἀτόπους, τῷ μὲν οἰκτροτάτων τέκνων βορὰν, τῷ δὲ σφαγὴν ἀνοσίαν τέκνων ἀδελφοῦ. τὸ γὰρ τεκέων ἀντὶ τοῦ τέκνων. ἑξῆς δὲ χρόα τέμνειν πυριγενεῖ παλάμᾳ. ἐπὶ τῶν γονέων δὲ ἔλαβε παρὰ τὸ τεκεῖν ἴσως. A. B.M.I.

ἀπὸ συμφορᾶς δόμων
: ποίας δὲ συμφορᾶς λέγει, ὁπότε παρὰ τοῦ ἀρνὸς ἦλθε τοῖς Ἀτρείδαις μεγάλη συμφορὰ, σφαγαὶ καὶ θοινήματα τῶν γενναίων τέκνων. A.