Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

788.

δάκρυα γοῦν
: εὖ λέγεις· εἰ εἴποιμεν γὰρ, εἰς δάκρυα τραπῆναι μέλλομεν. Gu.

γοῦν
: τὸ γοῦν ἐνταῦθα ἔμφασιν τοῦ γάρ ἔχει, ὅπερ καὶ ἐν ποιήσει καὶ λογογραφίᾳ εὑρήσεις. Gu. I.

γένοιτ’ ἄν
: αὐτῇ μαθούσῃ. Gu. αὐτῇ δηλονότι. B.

οὐκοῦν οὗτος
: οὐκοῦν, φησὶ, παραιτητέον εἰπεῖν τῇ ἀδελφῇ, ἐπεὶ δακρύσει. καὶ τοῦτο αὐτὸ κακὸς οἰωνὸς ἔσται. A. B. M.I.

Δέον οὕτως εἰπεῖν, οὐκοῦν τοῦτο, ὃ φὴς, ὡς εἰ γνώσεται ἡμᾶς ἀπερχομένους, κλαύσεται, μέγας οἰωνός ἐστιν, ἤγουν μέγα καὶ χαλεπὸν τεκμήριόν ἐστι πρὸς τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ γὰρ, ἡνίκα τι μέλλουσι πράττειν οἱ ἄνθρωποι, ἤν ἐκ προοιμίων δακρύοις καὶ λύπαις ἐντύχωσι, τεκμαίρονται ἐντεῦθεν ὡς οὐ καλῶς, οὐδ’ ἀκινδύνως τουτὶ διανύσουσι. δέον οὕτως εἰπεῖν, ὁ δὲ εἴρηκεν, οὐκοῦν οὗτος οἰωνὸς μέγας, πρὸς τὸ οἰωνὸς τὸ οὗτος ποιήσας, ὥσπερ ἐστὶ καὶ τὸ ξύλινον μόρον ἐξευρόντες, ἣν παγίδα καλέουσι, καὶ ἕτερα μυρία τοιαῦτα παρὰ ποιηταῖς καὶ λογογράφοις εὑρήσεις. Gu. I.

οὗτος οἰωνός
: ἡ δακρύρροια. Gr. σημεῖον κακοῦ μέγα. Gr. Fl. 21. τὰ δάκρυα δηλονότι. B. Fl. 21.