Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

772.

δεινὸν οἱ πολλοί
: χαλεπὸν τὸ πλῆθος, ὅταν πανούργους ἄρχοντας ἔχῃ. I. εἰς Κλεοφῶντα ταῦτα αἰνίττεται πρὸ ἐτῶν δύο ἐμποδίσαντα ταῖς σπονδαῖς. Ἄλλως. ἴσως αἰνίττεται πρὸς τὰς καθ’ αὑτὸν δημαγωγίας, μήποτε δὲ εἰς Κλεοφῶντα· πρὸ ἐτῶν γὰρ δύο τῆς διδασκαλίας τοῦ Ὀρέστου αὐτός ἐστιν ὁ κωλύσας σπονδὰς γενέσθαι Ἀθηναίοις πρὸς Λακεδαιμονίους, ὡς Φιλόχορος ἱστορεῖ. ὁ δὲ
νοῦς· δυνήσονταί σε, φησὶ, φονεῦσαι ὑπερβάντες τὸν νόμον· δεινὸν γὰρ οἱ πολλοὶ, καὶ τὰ ἑξῆς. A.B.M.I.