Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

721.

φροῦδ’
: ἀφανῆ. Gr. ἐστίν. Gu.

ἄφιλος ἦσθ’ ἄρ’, ὦ πάτερ
: ἤτοι ἡμάρτανες κακοῖς χαριζόμενος, ἢ δυστυχῶν τὰ νῦν, ὦ πάτερ, οὐδένα κέκτησαι φίλον. A. B.M.I. Ἄλλως. μάτην ἄρα, φησὶν, ὦ πάτερ, ἐταλαιπώρεις ἐν τῷ πολέμῳ, οὐδενός σοι φίλα φρονοῦντος ὑπὲρ ὧν ἠτύχεις· τὸ γὰρ πράσσων κακῶς, ἀντὶ τοῦ ἀδίκως, τουτέστιν, οὐ φίλοις ἄρα, οὐδ’ εὐγνώμοσιν ἐχαρίζου ἀμοιβαῖς ἀνδράσιν, οἱονεὶ κατ’ αὐτὸ τοῦτο ἡμᾶς ἠδίκεις καταλιπὼν ἐρήμους ἀναισθήτοις χαριζόμενος. ἢ οὕτως, οὐχ ὑπὲρ φίλων ἄρα ἐπολέμεις τοῖς βαρβάροις, ὦ πάτερ, ἀλλ’ ἀναισθήτοις εὐεργέταις, καὶ κατὰ τοῦτο κακῶς ἔπραττες καὶ ἠδίκεις, ὅτι μήτε ὑπὲρ φίλων μήτε ὡς ἀδικηθεὶς πόλεμον ἄδικον συνεκρότεις. ἢ οὕτως, εὐτυχῶν οὐκ ἔμελλες ἕξειν τοὺς ὑπὲρ σοῦ φίλους, εἰ συμβαίη σε ἀτυχεῖν. A. B. M.I.

ἄφιλος
: ἐπειδὴ νῦν δυστυχῶν οὐκ ἔχεις τὸν βοηθήσοντα, (ἡ γὰρ ἐμὴ δυστυχία εἰς σὲ ἀναφέρεται,) ἄφιλος ἦσθα τότε, ὅτε μετὰ τῶν ζώντων διῆγες· εἰ γὰρ εἶχες τότε φίλους, νῦν ἂν ἐβοήθουν τοῖς ἐκ σοῦ γεγονόσι. τὸ δὲ πράσσων κακῶς ἢ ἐπὶ τοῦ παρόντος καιροῦ, ὡς ἔφαμεν, νόει, ἢ διότι ὑπὲρ Μενελάου τότε ἐκινδύνευεν ἐν πολέμῳ.
Gu. I. ἐστερημένος φίλων τῶν μελλόντων δηλονότι προστήσεσθαι. Gr. I.