Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

71.―80.

ὦ παὶ Κλυταιμνήστρας
: ὦ θύγατερ τῆς Κλυταιμνήστρας καὶ τοῦ Ἀγαμέμνονος, παρθένε ἐπὶ μακρὸν δὴ μῆκος χρόνου, πῶς σύ τε, ὦ τάλαινα, ἔφυς δηλονότι κατὰ κοινοῦ, ὁ σός τε κασίγητος Ὀρέστης οὗτος ἔφυ καὶ ἐγένετο φονεὺς τῆς μητρός; τοῖς προσφθέγμασι γάρ σου, ἤγουν τῇ πρὸς σὲ ὁμιλίᾳ, οὐ μιαίνομαι, ἀνατιθεῖσα τὸν φόνον εἰς τὸν Ἀπόλλωνα. καίτοι θρηνῶ τὸν θάνατον τῆς Κλυταιμνήστρας τῆς ἐμῆς ἀδελφῆς, ἣν, ἀφ’ οὗ ἔπλευσα πρὸς τὴν Ἴλιον, (ὅπως δὲ καὶ πῶς ἔπλευσα, ἀπὸ μήνιδος θείας,) οὐκ εἶδον, στερηθεῖσα δὲ τῆς ἀδελφῆς θρηνῶ τὰς τύχας καὶ τὰς δυστυχίας. ἰστέον δὲ ὅτι ἡ αὐτὴ Ἠλέκτρα παρ’ Ὁμήρῳ Λαοδίκη εἴρηται, ἢ κατὰ τρόπον διωνυμίας Ἠλέκτρα ἐκλήθη, διὰ τὸ κατ’ ὄψιν ἠλεκτρῶδες καὶ χρυσοειδὲς, ἢ κατὰ λόγον τινὰ σκώμματος, διὰ τὸ πολὺν χρόνον
ἄλεκτρον μεῖναι χόλῳ Κλυταιμνήστρας, ὃ δὴ καὶ Εὐριπίδης νῦν παρίστησιν ἐν τῷ παρθένε δὴ μῆκος. I.

ὦ παῖ Κλυταιμνήστρας
: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν ὁ Εὐριπίδης· νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι, καὶ ἀήθως πάνυ οὔτε ἀσπάζονται ἀλλήλας οὔτε προσφωνοῦσιν, ἅμα δὲ δυσωπεῖ τὴν Ἠλέτραν, καὶ λυπεῖ ὑπομιμνήσκουσα τοῦ ὀνόματος Κλυταιμνήστρας καὶ προστάττουσα. A. B. M.I. ἀκολούθως δὲ καὶ τόδε διὰ μέσου. ἡ μὲν Ἑλένη ἔξεισιν ἔχουσα χοὰς καὶ τὸν βόστρυχον ἀποτετμημένον. τὸ δὲ ἑξῆς, μακρὸν δὴ μῆκος χρόνου παρθένε, Ἠλέκτρα, ἀντὶ τοῦ, ὦ πολυχρόνιε παρθένε, ἤτοι πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν, ὡς αἰτίαν ἔχουσαν καὶ διὰ τοῦτο μὴ γαμουμένην. παρεμφαίνει δὲ διὰ τούτου ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον. B.M.I. ἐξιοῦσα τῶν δόμων ἡ Ἑλένη κατέχει χοὰς καὶ βόστρυχον τῶν οἰκείων τριχῶν ἀποτετμημένον. Gu.