Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

705.

τῷ λίαν χρῆσθαι καλῶς
: ἀντὶ τοῦ μετρίως χρῆσθαι τῷ λίαν, οἷον τῆς μετριότητος ὑφεῖναι, ἢ τῷ καλῶς λίαν χρῆσθαι, ἵν’ ᾗ τὸ καλῶς ἠπίως, οἷον σφόδρα ἐνδείξασθαι τὴν πρὸς σὲ πραότητα. A. B. C.M.I. Ἄλλως. τῷ λίαν οὐχὶ φαύλως, ἀλλὰ καλῶς. ἔστι γὰρ τὸ λίαν καὶ ἐπὶ τοῦ θεοῦ καὶ ἐπὶ τοῦ οἰκτιρμοῦ. τεθύμωται γοῦν ὁ Τυνδάρεως λίαν, ἀλλὰ πειράσομαί σοι τοῦτον πεῖσαι λίαν γενέσθαι οἰκτίρμονα. A.

τῷ λίαν
: ἤγουν μετριάζειν καὶ μὴ τῇ ὑπερβολῇ χρῆσθαι. Gr. τὸ τῷ λίαν καὶ μέγα καὶ μικρὸν γράφεται, μικρὸν μὲν οὕτω· πειράσομαι πεῖσαι καὶ τὸν Τυδάρεω καὶ τὴν πόλιν τοῦτο τὸ λίαν χρῆσθαι σοὶ καλῶς· μέγα δὲ οὕτω· πειράσομαι πεῖσαι καὶ τὸν Τυνδάρεω καὶ τὴν πόλιν τίνι τῷ λίαν χρῆσθαι σοὶ καλῶς. οὐ γὰρ μόνον πείθω τὸν δεῖνα τάδε φαμὲν, ἀλλὰ καὶ πείθω τούτοις· ἡ γὰρ κατάπεισις, ἣν ἐκεῖνον πείθω, τοῖς πράγμασι γίνεται, εἰς ἃ αὐτὸν καταπείθω. εἰ δέ τις εἴποι ὡς εἰ τὸ λίαν μικρὸν γράφεται, οὐκ ἀπαντᾷ πρὸς τὸ μέτρον, φαμὲν ὅτι οὐ μόνον τὰ δύο ἀμετάβολα ἐκτείνουσι παρὰ τοῖς ποιηταῖς, ἀλλὰ καὶ ἓν ἔσθ’ ὅτε. Gu. μετρίως, τῷ σφόδρα ἐνδείξασθαι τὴν πραότητα. Fl. 10.