Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

671.

ταύτης ἱκνοῦμαι
: ἀντὶ τοῦ πρὸς ταύτης σε ἱκετεύω, M. ἀντὶ τοῦ πρὸς ταύτης ὁρκῶ βοηθῆσαί μοι. ἢ δέομαί σου πρὸς ταύτης ὅπως ἄν μοι βοηθήσειας εἰς τιμὴν αὐτῆς. τὸ δὲ ἑξῆς ἠρέμα καθ’ ἑαυτὸν λέγει, οἰκτείρων ἑαυτὸν ὅτι μέχρι τοσούτου προῆλθεν αὐτῷ τὰ τῆς δυστυχίας, ὡς διὰ τοῦ μεμνῆσθαι τῆς Ἑλένης προσδοκᾶν βοηθείας τυχεῖν. ἀνάξιον γὰρ ἑαυτοῦ ἡγεῖται τὸ καὶ μόνον μεμνῆσθαι τοιαύτης γυναικὸς, μή τί γε καὶ δοκεῖν σώζεσθαι δι’ αὐτῆς. B.M.I. δυστυχὴς οὖν, φησὶν, ἐγὼ εἰς τοιοῦτον κακὸν ἐλθών. διὰ γὰρ γυναικὸς τῆς πᾶσιν Ἕλλησι κακῆς σωθήσεσθαι προσδοκῶ. B.I.