Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

661.

πλέον φέρεσθαι
: τουτέστι πλέον ἢ ἐγὼ δύνασαι. ὁ γὰρ εὖ πράσσων τοῦ μὴ πράσσοντος πλέον δύναται λογίζεσθαι τὰ πρὸς σωτηρίαν. A. B. M.I. ἀντὶ τοῦ χάριν ἔχειν καὶ ὁμολογεῖν περὶ τὸ συγγνώμην ἔχειν τῇ γνώμῃ τοῦ εὐεργετοῦντος καὶ συνανέχεσθαι τούτῳ, ἀντὶ τοῦ δεῖ σε, φησὶν, ἐμοῦ δυστυχοῦντος τοῦ πλείονος μετέχειν τὴν δυστυχίαν κἀμὲ ἐφ’ οἷς σοι μεταδίδωμι τῆς συμφορᾶς συγγνώμην ἔχειν, ἀντὶ τοῦ χάριν παρὰ τὸ ὁμοῦ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργέτου. A.M. Ἄλλως. πλέον τι, φησὶν, ἢ ἔλαβες χάριτος ἀγωνίζεσθαι. A. Ἄλλως. τινὲς οὕτω, δεῖ γάρ σε πλέον φέρεσθαι καὶ λογίζεσθαι εἰς σωτηρίαν εὖ πράσσοντος ἐμοῦ ἢ κακῶς πράσσοντος. οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται βουλεύεσθαι τῶν κακῶς πρασσόντων. A.C. χάριν σοι, φησὶν, ὁμολογήσω σωζόμενος μόνον παρὰ σοῦ, κἂν μὴ τῷ ὁμοίῳ τρόπῳ σώζῃς ἐμέ. B. M. Fl. 21. εἰς σωτηρίαν· οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται δουλεύεσθαι. Fl. 10. φέρειν, ἔχειν. Gr. Fl. 6. 9. 17. 34. 56. 59. 76.