Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

658.

ἃ δ’ Αὐλίς
: τὴν σφαγὴν τῆς ἐμῆς ἀδελφῆς, ἣν ἔλαβεν ἡ Αὐλὶς, ἐῶ σ’ ἔχειν ταύτην. Gr. I.

ἃ δ’ Αὐλίς
: ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, θηρεύων Ἀγαμέμνων ἔβαλε τόξοις ἔλαφον καιρίαν πληγήν. καυχησάμενος δὲ ἐν τῇ ἐπιτυχίᾳ, καὶ εἰπὼν ὡς οὐδ’ ἂν αὐτὴ ἡ Ἀρτεμις οὕτως ἔβαλεν, ἐπειράθη τῆς θεοῦ ὀργιζομένης καὶ κατεχούσης τοὺς ἀνέμους, ὡς μὴ δύνασθαι αὐτοὺς εἰς Ἴλιον στέλλεσθαι. πέμψας οὖν Ἀγαμέμνων εἰς Δελφοὺς, καὶ μαθὼν παρὰ τοῦ χρησμοῦ ὡς, εἰ βούλοιτο ἐξιλάσκεσθαι Ἄρτεμιν, θυσάτω αὐτῇ τὴν αὐτοῦ θυγατέρα, μεταπέμπεται οἴκοθεν τὴν θυγατέρα Ἰφιγένειαν, τὴν καὶ Ἰφιάνασσαν καλουμένην, πλασάμενος πρὸς τὴν γυναῖκα Κλυταιμνήστραν ὡς Ἀχιλλεῖ ταύτην συνάψειεν. ἐπεὶ δὲ θύειν αὐτὴν ἤρχετο, ἁρπάσασα αὐτὴν ἡ θεὸς, καὶ ἀντ’ αὐτῆς ἔλαφον εἰς θυσίαν δοῦσα, ἀπάγει τὴν κόρην ἐν τοῖς Ὑπερβορέοις πρὸς τὸν ἐκεῖ αὐτῆς νεών· ἥτις ἀμυνομένη τοὺς Ἕλληνας, διότι θῦσαι αὐτὴν ἠβουλήθησαν,
ὁπότε θεάσαιτό τινα αὐτῶν ἐκεῖσε ἰόντα, ἀπέκτεινεν. ὕστερον δὲ ὑπὸ τοῦ Ὀρέστου κεκλοφότος ἐπανῆκεν εἰς Ἄργος. Gu. I.