Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

646.

ἀδικῶ; λαβεῖν
: ἀδικίαν ποιῶ ζητῶν ἀπὸ σοῦ σωτηρίαν, ἤγουν οὐκ εἰμὶ ἄξιος ὥστε ζῆν, πλὴν διὰ τὴν ἀδικίαν ἥντινα ὑπέδειξεν ὁ Ἀγαμέμνων εἰς τοὺς Ἕλληνας διὰ σὲ δεῖ σὲ ῥύειν ἐμὲ ἐκ τοῦ θανάτου,
κἂν ἀδικίαν ζητῶ. C. ὁμολογῶ ἀδικεῖν. δός τι καὶ σύ μοι ἄδικον καὶ ἀδίκησον δι’ ἐμέ. Ἄλλως. ὁμολογῶ ἀδικῆσαι φονεύσας τὴν μητέρα, ἀλλ’ ὅμως χρὴ καὶ σὲ ἀδικῆσαι δι’ ἐμὲ, ὅτι καὶ ὁ πατήρ μου ἠδίκησε διὰ σέ. A. Ἄλλως. εἰ καὶ ἄδικον ἐποίησα φονεύσας τὴν μητέρα, ἀλλὰ σὺ ἐν τοιούτῳ μοι κακῷ ὄντι παραστῆναι ὀφείλεις, καὶ ὅση δύναμις ὑπὲρ ἐμοῦ ἀγωνίσασθαι· ἐν τούτῳ γὰρ μάλιστα δειχθήσῃ γνήσιος φίλος, ἐπὶ ὁμολογουμένοις κακοῖς μοι συνερχόμενος. εἰ γὰρ τὰ δίκαιά μου παντελῶς ἔρρωτο, τῆς παρ’ ἑτέρων ἐπικουρίας οὐκ ἐδεόμην. ἐν ἤθει δὲ ἀναγνωστέον ἀδικῶ; καὶ δεῖ στίζειν. εἶτα ἀπ’ ἄλλης ἀρχῆς λαβεῖν χρή μ’ ἀντὶ τοῦδε τοῦ κακοῦ, οἷον ἀντὶ τῆς περιεχούσης με δυστυχίας ἄδικόν τι αἰτῶ. καὶ γὰρ Ἀγαμέμνων ἄναξ ἀδίκως καὶ τὰ ἑξῆς. τὸ δὲ ἀντὶ τοῦδε τοῦ κακοῦ ἀντὶ τῆς περὶ τοῦ πατρὸς βοηθείας. καὶ οὐδὲ εἶπε καθ’ ὑπόθεσιν ἀδικῶ, κατὰ συλλογισμόν φησιν, ἀλλὰ λέγει ὅτι ἀδικῶ εἰς ἄδικον ἐπικουρίαν σε περιβαλών. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμὲ, ὡς καὶ ὁ πατήρ μου διὰ σὲ ἠδίκησε τοὺς βαρβάρους. δεῖ γάρ με ἀντὶ τῆς ἀδικίας ἐκείνης ἄδικόν τι λαβεῖν παρὰ σοῦ, ὅ ἐστιν, εἰ κρίνεις κακὸν εἶναι τὴν ἐμὴν ἐπικουρίαν, δικαίως ἂν καὶ τὴν ἐπικουρίαν τοῦ ἐμοῦ πατρὸς κακὸν ὀνομάσειας. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ ἐν καιρῷ σοι βοηθήσας. οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις. A. B.I.

ἀδικῶ
: ἄδικον ζητῶ. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἀδίκως αἰτῶ, μητροκτόνος γενόμενος. Gu.

ἀντὶ τοῦδε τοῦ κακοῦ
: ἀντὶ τοῦ ὑπὲρ τοῦδε τοῦ κακοῦ, ἤγουν ἕνεκα τῆσδε τῆς δυστυχίας. Gr. ἀδικίας, τῆς μητροκτονίας. Gu.