Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

643.

ἃ δ’ ἔλαβες ἀπόδος
: τούτου ῥηθέντος αἴρουσιν οἱ ὑποκριταὶ τὴν χεῖρα, ὡς τοῦ Μενελάου ἀγωνιῶντος μή ποτε λέγει ὅτι παρακαταθήκην ἀργυρίου παρὰ τοῦ πατρὸς πεπίστευται. εὐήθης δέ ἐστιν ὁ τοιαύτης ὑποψίας ἀντιλαμβανόμενος Μενελάου. εἰ γὰρ μήτε τὸν λέγοντα ᾒδει μήτε οὗ ἐστι χρεία, ἴσως ἂν εἶχέ τι πιθανὸν τὸ γινόμενον· ἐπεὶ δὲ ἐπίσταται, περιττὸν καὶ ἄπορον τὸ ὁρώμενον. A. B. C. M.I.

644.

οὐ χρήματ’ εἶπον
: οὐ λέγω, φησὶ, χρήματα, χρυσὸν καὶ ἄργυρον, ἀλλὰ τῷ ὄντι χρήματα εἶπον τὴν ἐμαυτοῦ ψυχὴν, ἥτις ἐστί μοι χρῆμα τιμιώτατον. ἣν ἐὰν σώσῃς, καλὴν ἀμοιβήν μοι δίδως. A. B. M.I. Ἄλλως. οὐ χρυσὸν ὠνόμασα χρήματα, ἀλλὰ χρήματά φημι τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς. M. ἀποδοῦναι ἐμοὶ χρυ σὸν. ἤ ἄργυρον. Gu. λέγω. Gr. Fl. 6.