Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

605.

ἀεὶ γυναῖκες
: ἀεὶ τὸ τῶν γυναικῶν γένος συμφοραῖς καὶ δυστυχίαις ὑποκείμενον ἐμπόδιον γίνεται τῶν ἀνδρῶν εἰς δυστυχίαν, τουτέστι τοὺς ἰδίους ἄνδρας ταῖς σφετέραις αὐτῶν κακίαις εὐτυχίας ἀφιστῶσαι πρὸς δυστυχίαν ἐπάγουσιν· ὃ καὶ Κλυταιμνήστρα πεποίηκεν. Gu. Ι.

ἀεὶ γυναῖκες
: ἀεὶ, φησὶν, αἱ γυναῖκες ταῖς ἰδίαις δυστυχίαις
ἐμποδίζουσι ταῖς εὐτυχίαις τῶν ἀνδρῶν. Ἄλλως. ἀεὶ γυναῖκες ἐμποδίζουσι ταῖς ἀγαθαῖς σνντυχίαις καὶ πρὸς τὸ δυστυχεῖν ἄγουσι τοὺς ἄνδρας. συμφορὰς δὲ νῦν τὰς συντυχίας καλεῖ. πεφύκασι, φησὶν, αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι, καὶ ἐν ταῖς πρὸς τούτους συντυχίαις καὶ κοινωνίαις ἄγειν αὐτοὺς πρὸς τὸ δυστυχέστερον. ἢ οὕτως· πεφύκασιν αἱ γυναῖκες ἐμποδίζειν ταῖς παρ’ ἐαυτῶν συμφοραῖς τοὺς ἄνδρας ἐν τοῖς καλοῖς καὶ πρὸς τὸ δυστυχέστερον αὐτοὺς ἄγειν. A. B.M.I.

ἀεὶ γυναῖκες
: συμφορά ἐστιν ἀκούσιον σύμπτωμα. οὐ συμφωνεῖ δὲ ἐνταῦθα τῇ ἀγανακτήσει τοῦ χοροῦ τὸ τὰς γυναῖκας τοῖς ἰδίοις συμπτώμασι τοῖς ἀκουσίοις ἐμποδὼν καθίστασθαι τοῖς ἀνδράσιν· τοῦτο γὰρ σχεδὸν τὰς γυναῖκας ἔξω αἰτίας ποιεῖ. ἄλλως τε οὐδὲ ἡ Κλυταιμνήστρα ἀκουσίῳ ἑαυτῆς συμπτώματι ἐμποδὼν τῷ ἀνδρὶ ἐγένετο, καὶ τὸ αἰεί δὲ οὐ καταλλήλως ἔχει πρὸς τὸ ἔφυσαν. δοκεῖ δὲ τὸ πᾶν οὕτως ἔχειν· αἱ γυναῖκες ἐγεννήθησαν ἐμποδὼν ἀεὶ εἶναι τοῖς ἀνδράσι δηλονότι· τοῦτο γὰρ συνυπακούεται ἀπὸ τοῦ ἐπαγομένου ἐπὶ ταῖς συμφοραῖσι τῶν ἀνδρῶν, ὥσπερ εἰ εἶπεν ἐπὶ τῷ κακῶ τῶν ἀνδρῶν, τουτέστι χάριν τῶν συμφορῶν τῶν ἀνδρῶν, ἐφ’ ἃς αὐτοὺς δηλονότι αὗται ἐμβαλοῦσιν αὐτῶν, οὐχ ὥστε αὐτοῖς μετρίως ἐπιθέσθαι αὐτὰς, ἀλλὰ πρὸς τὸ δυσκολώτατον. Gr. Fl. 6. 9. 34. 59. 76.

605.

συμφοραῖς
: ταῖς αὐτῶν δυστυχίαις. συμφορὰ λέγεται πολλῶν πραγμάτων συνδρομὴ, φορὰ δὲ ἡ κίνησις. Gu. συγκράσεσιν. B.