Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

603.

μακάριος αἰών
: τούτοις δηλονότι μακάριος ὁ αἰὼν, ἤγουν ὁ βίος, ἀντὶ τοῦ οὗτοι ἀπολαύουσι βίου, δι’ ὃν μακαρίζονται, ὡς γὰρ μακάριον τέλος λέγεται οὗ ὁ τυχὼν μακαρίζεται, οὕτω καὶ μακάριος βίος οὗ ὁ ἀπολαύων μακαρίζεται. τὸ γὰρ ἀπολαῦον ἀγαθοῦ τινος εἰκότως ἂν μακαρίζοιτο διὰ τὴν ἀπόλαυσιν. μακαρίζεται γάρ τις ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἐφ’ οἷς ἀπολαύει. τὸ δὲ παρέχον τὴν ἀπόλαυσιν, ἤγουν ἐκεῖνο οὗ ἀπολαύει τις, οὐκ ἔχει λόγον μακαρίζεσθαι. ὥστε ὅτε τοιοῦτό τι λέγεται μακάριον, οὐ δι’ ἑαυτὸ οὕτω λέγεται, ἀλλὰ διὰ τὸ ἀπολαῦον αὐτοῦ. Gr. Ι.

οἷς δὲ μὴ πίπτουσιν εὖ
: ἀντὶ τοῦ ἀπαντῶσιν. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν κύβων. καὶ Σοφοκλῆς ἀεὶ γὰρ εὗ πίπτουσιν οἱ Διὸς κύβοι. A.B.C.M.I.