Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

548.―554.

ἀπελθέτω δὴ τοῖς λόγοισι
: ὅ ἐστιν ἀπόστα καὶ δεόντως ἀπολογήσομαι. A.C.M. Ἄλλως. ἀντὶ τοῦ σὺ ἀναχώρει, καὶ τὰς ἀληθείας ἐρῶ, καὶ δεόντως ἀπολογήσομαι. A. B.C.M.I. ἀπίτω μακρὰν τοῖς ἐμοῖς λόγοις τὸ σὸν γῆρας, ὅ με κωλύει τοῦ λέγειν, καὶ τότε κατὰ τάξιν ἐλεύσομαι· νῦν δὲ φοβοῦμαι τὸ σὸν γῆρας. τί με ποιῆσαι ἔπρεπε; δύο γάρ τινα πράγμασιν ἀντίθες δυσίν· ὁ μὲν πατὴρ ἔσπειρέ με, ἡ σὴ δὲ παῖς ἐγέννησεν, ὡς ἄρουρα τὸ σπέρμα παρ’ ἄλλου λαβοῦσα· τέκνον δὲ χωρὶς πατρὸς οὔποτ’ ἂν εἴη. I.