Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

5.

Διὸς πεφυκώς
: Τμώλου καὶ Πλουτοῦς υἱὸς ὁ Τάνταλος, Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη· Πέλοπος δὲ καὶ Ἱπποδαμείας Ἀτρεὺς, Θυέστης, Δίας, Κυνόσουρος, Κορίθιος, Ἵππαλμος, Ἵππασος, Κλέων, Ἀργεῖος, Ἀλκάθους, Ἕλειος, Πιτθεὺς, Τροίζην, Νικίππη, Λυσιδίκη, καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος. τούτῳ φθονοῦντες οἱ λοιποὶ Πελοπίδαι, ὡς προκρινομένῳ παρὰ τοῦ πατρὸς, ἀναπείθουσιν ἅμα τῇ μητρὶ τοὺς πρεσβυτάτους Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα. οἱ δὲ ἀποκτείναντες εἰς φρέαρ ἐνέβαλον. ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει τῆς πατρίδος ἐπαρασάμενος. τούτων ἄλλοι μὲν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐν τῇ Τριφυλίᾳ κατῴκησαν ἐν Μακέστῳ. καὶ Ἀτρεὺς μὲν Κλεόλαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένη τὸ σῶμα ἀσθενῆ, ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν. νέος δὲ τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας.
Θυέστης δὲ λαβὼν Λαοδάμην ἔσχεν Ὀρχομενὸν, Ἀγαυὴν, Κάλλαιον. τῶν δὲ Ἡρακλειδῶν κατασχόντων τὴν Πελοπόννησον ἔχρησεν ὁ θεὸς αὐτοὺς μὲν ἀποστῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦσαι. A.B. C.M.I.

Διὸς πεφυκώς
: Ζεὺς, Τάνταλος, Πέλοψ, οὗ Ἀτρεὺς καὶ Θυέστης· ἐκ τοῦ Ἀτρέως Ἀγαμέμνων καὶ Μενέλαος· ἐκ τοῦ Θυέστου Ἀγλαὸς, Ὀρχομενὸς, Κάλαος· ἐκ τοῦ Ἀγαμέμνονος Ἠλέκτρα, Χρυσόθεμις, Ἰφιγένεια, Ὀρέστης· ἐκ τοῦ Μενελάου μόνη ἡ Ἑρμιόνη. Gu.

ὡς λέγουσι
: οὐκ ἐνδοιάζουσά φησιν εἰ παῖς ἦν τοῦ Διὸς ὁ Τάνταλος, ἀλλ’ ὀνειδίζουσα τῷ δαίμονι ὅτι τοὺς ἰδίους ἐκγόνους τοσοῦτον ἐν ταῖς δυσδαιμονίαις παρορᾷ. A. B. C.M.I.

Τάνταλος
: ἀπὸ τοῦ τάλας Τάνταλος ὠνόμασται, οἱονεὶ ταλάντατος· ἀθλιώτατα γὰρ πέπονθεν. Fl. 21.