Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

46.― 70. Ἐκυρώθη δὲ τοῖς Ἀργείοις (τὸ περιέχον ἀντὶ τοῦ περιεχομένου) μήτε ἐν οἴκοις μήτε ἐν θυσίαις δέχεσθαι ἡμᾶς τινὰ μητροκτονήσαντας, μήτε προσαγορεύειν· κυρία δὲ, ἤτοι ὡρισμένη καὶ κεκυρωμένη, ἥδε ἡ ἡμέρα, ἐν ᾗ ἐξοίσει ἡ πόλις τῶν Ἀργείων τὴν ἀπόἡ πόλις τῶν Ἀργείων τὴν ἀπόφασιν,

εἰ πρέπει θανεῖν ἡμᾶς ἐν πετρώματι λιθοβολησίμῳ, ἢ ξίφος ἀκονήσαντά τινα βαλεῖν ἐπὶ τοῦ αὐχένος ἡμῶν δηλονότι. ἔχομεν δὲ δή τινα ἐλπίδα ὥστε μὴ θανεῖν· ἥκει γὰρ ἀπὸ τῆς Τροίας ὁ Μενέλαος εἰς τὴν γῆν τὴν ἑαυτοῦ, δηλονότι εἰς τὴν πατρίδα, τὸν λιμένα δὲ τὸν Ναύπλιον, τὸν ἀπό τινος Ναυπλίου οὕτω λεγόμενον, διανύσας κώπῃ, ἐνελιμένισε τῷ αἰγιαλῷ, ἐπὶ πολὺν χρόνον ἐκ τῆς Τροίας πλανηθείς· τὴν δὲ πολλῶν στεναγμῶν αἰτίαν Ἑλένην προέπεμψεν εἰς τὸν οἶκον τὸν ἡμέτερον, ἐπιτηρήσας νύκτα, ἵνα μή τις ἰδὼν πορευομένην κατὰ τὴν ἡμέραν ὧν οἱ παῖδες ἀπέθανον ἐν τῇ Τροίᾳ λιθοβολήσῃ αὐτήν· ἔστι δὲ ἔσω κλαίουσα τὴν ἀδελφὴν καὶ τὴν δυστυχίαν τῶν δωμάτων. ἔχει δὲ δή τινα παραμυθίαν τῶν θλίψεων· ἣν γὰρ ὁ Μενέλαος ἀπὸ τῆς Σπάρτης ἀγαγὼν ἔλιπε κατὰ τοὺς οἴκους, ὅτε ἔπλει εἰς τὴν Τροίαν, τῇ ἐμῇ τε μητρὶ παρέδωκεν ἀνατρέφειν, τὴν παρθένον λέγω τὴν Ἑρμιόνην, ἐπὶ ταύτῃ χαίρει καὶ ἐπιλήθεται τῶν δυστυχιῶν. βλέπω δὲ πᾶσαν εἰσέλευσιν, πότε ὄψομαι τὸν Μενέλαον ἥκοντα, ὅτι κατὰ τὰ ἄλλα ἐπ’ ἀσθενοῦς ῥώμης ὀχούμεθα καὶ φερόμεθα, ἐὰν μὴ σωθῶμεν κατά τι παρ’ ἐκείνου. ἄπορον χρῆμα ὑπάρχει δηλονότι ὁ δόμος ὁ δυστυχῶν. I.