Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

463.

πολλὰ δὲ φιλήματ’ ἐξέπλησε
: ἀντὶ τοῦ πολλῶν φιλημά των με ἐξεπλήρωσεν, ὡς τὸ διά τ’ ἔντεα καὶ μέλαν αἷμα. Ἄλλως. ἀντὶ τοῦ τὴν ἐπιθυμίαν τῶν φιλημάτων εἰς ἐμὲ ἐτέλεσε τὸν Ἀγαμέμνονος παῖδα. ὡς περὶ ἑτέρου δέ φησιν, ἀντὶ τοῦ εἰπεῖν περιφέρων ἐμὲ, εἶπε τὸν Ἀγαμέμνονος, ἀντὶ τοῦ ἐμὲ παῖδα ὄντα. τιμῶντε δὲ οὐδὲν ἧσσον, τιμῶντέ με οὐδὲν ἧττον. Ἀττικὴ δὲ ἡ σύνταξις, ἀντὶ τοῦ οὐκ ἔλαττον τῶν Διοσκούρων. A. B.C.M.I.

τιμῶντέ μ’ οὐδὲν ἧσσον
: ἅμα τῇ Λήδᾳ τιμῶντές με οὐδὲν ἔλαττον ἢ τοὺς Διοσκούρους τὸν Κάστορα καὶ τὸν Πολυδεύκην. I. ὁ Ζεὺς κύκνος γενόμενος καὶ συγγενόμενος Λήδᾳ τῇ Τυνδάρεω γυναικὶ, ἐποίησεν αὐτὴν δύο ὠὰ τεκεῖν, τὸ μὲν μονολέκυθον, τὸ δὲ διλέκυθον. καὶ ἐκ μὲν τοῦ ἕνα ἔχοντος λέκυθον γενέσθαι φασὶ τὴν Ἑλένην, ἐκ δὲ τοῦ δύο ἔχοντος Κάστορα καὶ Πολυδεύκην, οἳ παρ’ ἡμέραν ἔζων. τὸ δ’ αἴτιον τῆς τοιαύτης ζωῆς ἦν τοῦτο· ὅσον μὲν γὰρ ἦν ἐν τῷ διλεκύθῳ ὠῷ ἀπὸ τῆς Τυνδάρεω σπορᾶς Κάστωρ ἐγένετο, καὶ διὰ τοῦτο ἦν θνητὸς, ἅτε θνητοῦ υἱὸς τοῦ Τυνδάρεω, ὅσον δὲ ἀπὸ τῆς τοῦ Διὸς
σπορᾶς Πολυδεύκης ἐγένετο, καὶ διὰ τοῦτο ἦν ἀθάνατος. μέλλοντος οὖν Κάστορος τελευτᾶν, ἐδεήθη Πολυδεύκης Διὸς ἵνα Κάστορα κοινωνὸν τῆς αὐτοῦ λάβῃ ἀθανασίας καὶ αὐτὸς συμμετάσχῃ τῆς ἐκείνου θνητότητος. διὰ ταῦτα οὖν παρ’ ἡμέραν ἔζων ἀμφότεροι, οὓς καὶ ἀλληγοροῦσιν εἰς ἡμέραν καὶ νύκτα. Gu. I.