Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

439.

τί δρῶντες
: εἰπέ μοι σαφῶς ὃ ἔχεις εἰπεῖν. τί δρῶντες οὐκ ἐῶσί σε ζῆν; οὐ γάρ ἐστιν αἰτιῶδες νῦν τὸ ὅτι, ἀλλ’ ἀντὶ τοῦ τί Ἀττικῶς. Ἄλλως. ὁ δὲ λόγος, εἰπέ μοι σαφὲς ὅ τι δρῶντες οὐκ ἐῶσί σε ζῆν· τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί Ἀττικόν. ἐὰν δὲ γράφηται ἢ τί, ὁ στίχος οὕτως· τί δρῶντες, ἢ τί καὶ σαφὲς εἰπεῖν ἔχεις; B.I. Ἄλλως. τί δρῶντες οὐκ ἐῶσιν ἡμᾶς ζῆν, ὅ τι καὶ σαφὲς εἰπεῖν ἐμοὶ ἔχεις, εἰπὲ δηλονότι. I.

440.

ψῆφος
: ἤτοι κρίσις καὶ ἀπόφασις ἐξενεχθήσεται καθ’ ἡμῶν
κατὰ ταύτην τὴν ἡμέραν. I. τὸ οἴσεται ἐνεργητικὴν ἔχον σημασίαν, καὶ ἀντὶ τοῦ κομίσει λαμβανόμενον ἐνταῦθα παθητικὴν ἔχει καὶ ἀντὶ τοῦ ἐξενεχθήσεται λαμβάνεται. Fl. 21.