Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

417.

ἀμαθέστερός γ’ ὤν
: ἐν ἤθει ὁ λόγος. B. ἀμαθής. B. Gr. ἀντὶ τοῦ ἀμαθής ἐστι. M. εἰ τοῦτο ἐκέλευσεν, ἀμαθής ἐστιν· ἵν’ ἐκ τοῦ ἐναντίου δηλώσῃ ὅτι οὐκ ἐκέλευσεν ὁ θεός· οὐ γάρ ἐστιν ὁ θεὸς ἀμαθής. Ἄλλως. μετὰ συλλογισμοῦ τοῦτο εἴρηκεν· εἰ γὰρ οὐκ ἀμαθὴς ὁ θεὸς, δῆλον ὅτι οὐδὲ προσέταξε τοῦτο ποιεῖν. A.B.C. M.I. θέλει ἐνταῦθα δεῖξαι ὁ Μενέλαος τῷ Ὀρέστῃ ὅτι οὐχ ὁ Ἀπόλλων προσέταξεν αὐτῷ τὸν τῆς μητρὸς φόνον, ἀλλ’ οἴκοθεν ἐργασάμενος τοῦτον, ἐπειδὴ δυστυχεῖ, προβάλλεται τὸν Ἀπόλλωνα. ἐδήλωσε δὲ τοῦτο διὰ τοῦ εἰπεῖν ἀμαθέστερος ὤν. πρὸς ὃ Ὀρέστης ἀπαντᾷ λέγων, ὑποτασσόμεθα τοῖς θεοῖς ὅ τι περ ἄρα εἰσὶν, εἴτε ἀμαθεῖς, εἴτε μή. Gu. I.

τῆς δίκης
: τῆς δικαιοσύνης, εἰ τοῦτο ἐκέλευσεν. Gu.