Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

383.

ἀφύλλου στόματος
: εἰώθασιν οἱ παλαιοὶ, ὅτε ἱκέτευον τοὺς ὑπερέχοντας, φέρειν ἐν χερσὶ στέφανον ἐκ φύλλων ἢ δάφνης ἢ ἐλαίας. ὁ δὲ νοῦς τοιοῦτος· πρὶν διηγήσομαι τὰ ἐμὰ κακὰ, ἅπτομαι τῶν σῶν γονάτων, ἐξάπτων καὶ φέρων παρακλήσεις ἐξ ἀφύλλου στόματος, τουτέστι
μόνον διὰ λόγων δέομαι, καὶ οὐ προτείνω κλάδον, ὡς ἔθος. ἢ τὸ ἀφύλλου στόματος νοητέον ἀντὶ τοῦ καταξήρου ὑπὸ τῆς νόσου· περιαιρεθέντων γὰρ τῶν φύλλων ἐκ τῶν δένδρων ξηρὰ τὰ δένδρα τυγχάνει. διὰ τί δὲ ἐκ δάφνης ἢ ἐξ ἐλαίας φύλλα προέτεινον, καὶ οὐκ ἐξ ἄλλου φυτοῦ; φαμὲν ὡς ἐπεὶ ταῦτα τὰ φυτὰ ἀειθαλῆ τυγχάνει καὶ ἱερά· ἡ μὲν γὰρ δάφνη τῷ Ἀπόλλωνι ὡς μαντικῷ ἀνετίθετο, ἡ δὲ ἐλαία τῇ Ἀθηνᾷ ὡς καταδειξάσῃ πρώτῃ αὐτὴν ἐν Ἀθήναις. διὰ τοῦτο ἐξιλεοῦντο τούτοις μόνοις, καὶ οὐκ ἄλλοις τισὶ φυτοῖς. Gu. I.