Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

356. ὦ δῶμα, τῇ μὲν, ταύτῃ τῇ μερίδι δηλονότι, ἡδέως βλέπω σε, ἐλθὼν ἀπὸ τῆς Τροίας, τῇ δὲ, ἤγουν ταύτῃ τῇ ἑτέρᾳ μερίδι δηλονότι, ἰδὼν καταστένω· κύκλῳ γὰρ περιληφθεῖσαν ὑπὸ ἀθλίων

κακῶν οὐπώποτε εἶδον ἄλλην οἰκίαν μᾶλλον, σοῦ δηλονότι. τὰς τύχας γὰρ, ἤγουν τὰ συμβεβηκότα τῷ Ἀγαμέμνονι, ἔμαθον ὁποίῳ θανάτῳ ὤλετο παρὰ τῆς γυναικὸς, προσίσχων καὶ πλησιάζων τῷ Μαλέᾳ τὴν πρῷραν· ἐκ γὰρ τῶν κυμάτων τῆς θαλάσσης ὁ μάντις τοῖς ναυτίλοις, ἀντὶ τοῦ τῶν ναυτίλων, ὁ προφήτης τοῦ Νηρέως, ὁ Γλαῦκος, ὁ ἀψευδὴς θεὸς, ἐξήγγειλεν ἐμοὶ, ὅς μοι παρασταθεὶς ἐμφανῶς εἶπε τάδε· ὦ Μενέλαε, κεῖται θανὼν ὁ σὸς ἀδελφὸς, ἐμπεσὼν λουτροῖς πανυστάτοις, τῆς ἀλόχου, ἤγουν ἃ ἡ ἄλοχος ἔλουσεν αὐτόν· ἐπλήρωσε δὲ δακρύων πολλῶν ἐμὲ καὶ τοὺς ἐμοὺς ναύτας. ἐπεὶ δὲ ἔψαυσα τῆς Ναυπλίας χθονὸς, ἤδη δάμαρτος, τῆς ἐμῆς δηλονότι, ἐξορμιζομένης ἐνθάδε, νομίζων τὸν Ὀρέστην, τὸν παῖδα τοῦ Ἀγαμέμνονος, καὶ τὴν μητέρα περιβαλεῖν χερσὶ φίλαις, ὡς εὐτυχοῦσιν, ἤκουσά τινος ἁλιέως τὸν ἀνόσιον φόνον τῆς Τυνδάρεω θυγατρός. καὶ νῦν εἴπατε, ὦ νεάνιδες, ὅπου ἐστὶν ὁ τοῦ Ἀγαμέμνονος παῖς Ὀρέστης, ὃς ὑπέμεινε τὰ δεινὰ κακά· βρέφος γὰρ τότε ἦν ἐν ταῖν χεροῖν τῆς Κλυταιμνήστρας, ὅτε κατελίμπανον τὴν οἰκίαν ἀπιὼν εἰς Τροίαν, ὥστε οὐκέτι ἂν γνωρίσαιμι αὐτὸν ἰδών. I.

ὦ δῶμα
: ἀπὸ πρώτης παρόδου σημειοῦται τὸ κακόηθες τῆς γνώμης Μενελάου· καὶ γὰρ οὐδὲ εἰς Σπάρτην ἀνήχθη, ἀλλὰ πρότερον εἰς Ἄργος ὡς ἐξελάσων Ὀρέστην, ὡς καὶ ἐν τοῖς ἑξῆς δῆλός ἐστι, καίτοι τῶν πάλαι πολεμίων φειδόμενος. ἐν γὰρ τῇ ζ′ ῥαψῳδίᾳ κωμῳδεῖται παρὰ τῷ ποιητῇ, συγχωρῶν ζῆν τὸν Ἄδραστον δόσιν χρημάτων ἐπαγγελλόμενον. A.B. M.I.

τῇ μέν
: ἀντὶ τοῦ ἐν μέρει. B.