Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

338.

ὅ σ’ ἀναβακχεύει
: τουτέστιν ὅπερ τῆς μητρὸς ἀναβακχεύει σε καὶ μαίνεσθαι ποιεῖ. ἢ ὅστις ἀλαστόρων ἀνακινεῖ τὸ αἷμα τῆς μητρός σου, μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον. B.I. ὅ σ’ ἀναβακχεύει. τινὲς στίζουσιν εἰς τὸ ὅ σ’ ἀναβακχεύει, ἵν’ ᾖ ὅπερ σε τὸ αἷμα. γράφεται δὲ καὶ ὃς σὲ ἀναβακχεύει, ἀλάστωρ σὲ ἀνακινεῖ καὶ μαίνεσθαι ποιεῖ. M. διχῶς στίζουσιν. ἀποδίδοται οὖν πρὸς μὲν τὴν πρώτην στιγμὴν, τίς οὗτος φόνιος ἔρχεται ἀγὼν, ᾧ ἀγῶνι δάκρυα δάκρυσι συμμίσγει καὶ συμβάλλει τις τῶν ἀλαστόρων, πορεύεσθαι ποιῶν τὸ αἷμα τῆς σῆς μητρὸς εἰς τοὺς οἴκους καὶ μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον, ἢ ὅ σε, τὸ αἷμα δηλονότι, ἀναβακχεύει καὶ μαίνεσθαι ποιεῖ· πρὸς δὲ τὴν δευτέραν στιγμὴν, ὅτι τοσοῦτον ἔρχεται φόνιος ἀγὼν, δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων, ὅς σε ἀναβακχεύει πορεύων καὶ περιέλκων ματέρος αἷμα σᾶς, ὅ ἐστιν ἀνακινῶν τὸ αἷμα τῆς μητρός σου κατὰ τοὺς οἴκους σου, καὶ μὴ ἠρεμῶν αὐτὸ εἶναι ἀτιμώρητον. B.M.I.