Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

316.

αἷ αἶ
: ὦ θεαὶ δρομικαὶ καὶ ταχεῖαι καὶ σεβάσμιαι, αἵτινες ἐλάχετε ἐν δάκρυσι καὶ ἐν γόοις χορὸν κακοβάκχευτον, ἤτοι λυπηρὸν, εἰς ὂν οὐκ ἔστι δηλονότι βακχεύσασθαι καὶ χαρῆναι, μέλαιναι Εὐμενίδες (κατ’ εὐφημισμόν· δυσμενίδες γάρ εἰσι κατὰ τὸν ὀρθὸν καὶ ἀληθῆ λόγον.) αἵτινες κινεῖσθε ἀνὰ τὸν ἐπὶ πολὺ τεταμένον ἀέρα, λαμβάνουσαι δίκην, παρακαλῶ, ἐάσατε τὸν υἱὸν τοῦ Ἀγαμέμνονος, ὥστε λήθην λαβεῖν τῆς σφοδρᾶς μανίας τῆς ὁρμητικῆς. φεῦ ἕνεκα τῆς κακοπαθείας καὶ τῶν δυστυχιῶν, οἵων κακῶν, ὦ τάλας, ἐπιθυμήσας
ἔρρεις καὶ φθείρῃ τὴν ἀπόφασιν τοῦ τρίποδος, ἤτοι τὴν κακὴν μαντείαν, ἣν ὁ Φοῖβος εἶπε κατὰ τὴν γῆν, ὅπου λέγονται εἶναι δηλονότι οἱ μεσόμφαλοι μυχοὶ τῆς γῆς, ἤτοι αἱ καταδύσεις καὶ οἰκήσεις. I.