Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

307.―315.

οὐκ ἔστι
: οὐκ ἔστι δυνατὸν δηλονότι τοῦτο· σὺν σοὶ θελήσω καὶ θανεῖν καὶ ζῆν· διάκειται γὰρ ὁμοίως καὶ ζῆν με καὶ ἀποθανεῖν δηλονότι· ἐὰν γὰρ ἀποθάνῃς σὺ, γυνὴ, οὖσα δηλονότι, τί δράσω; πῶς μόνη βιώσω, ἀνάδελφος, ἀπάτωρ, ἄφιλος; εἰ δὲ ἀρέσκει σοι, πρέπει δρᾶν τάδε, ἃ εἶπας δηλονότι. ἀλλὰ κλῖνον τὸ δέμας εἰς τὴν κοίτην, καὶ μὴ τὸ ταρβοῦν καὶ ἐκφοβοῦν, ἤτοι τὸ φοβεῖσθαι ποιοῦν σε ἐκ τῶν δεμνίων καὶ τῆς κοίτης, ἄγαν ἀποδέχου, ἤτοι πίστευε ἀληθῶς εἶναι, μένε δὲ ἐπὶ τοῦ στρωτοῦ λέχους, ἤτοι ἐπὶ τοῦ σοῦ στρώματος. κἂν μὴ νοσῇς γὰρ, ἀλλὰ ὑπολαμβάνῃς νοσεῖν, κάματος καὶ κακοπάθεια ἀπορία τε, ἤτοι ἀπελπισμὸς τῆς ὑγείας, σοὶ δηλονότι, ὡς καὶ τοῖς ἄλλοις βροτοῖς. ἔστι δὲ κακόσχημον εἰς ὑπερβολήν· ἄλλως γὰρ ἤρξατο καὶ ἄλλως ἀπέδωκεν. I.

οὐκ ἔστι
: ἐπειδὴ εἶπεν αὐτὸς, εἰ γὰρ προλείψεις με, φησὶν ὅτι οὐ προλείψω σε. Α.C. οὐχ ὑπάρχει τοῦτο παρ’ ἐμοὶ, ἤγουν οὐκ ἀποδέχομαι σὲ μόνον ἐᾶσαι ἐνταῦθα κεῖσθαι, αὐτὴ δὲ τροφαῖς καὶ ὕπνῳ προσέχειν. Gu. I.

οὐκ ἔστι
: ἀντὶ τοῦ οὐ προλείψω σε. B. Fl. 10.

αἱρήσομαι
: βουλήσομαι. Gu. Fl. 21. προκρίνω. Gu.