Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

279.

γαλήν’ ὁρῶ
: κεκωμῴδηται ὁ στίχος διὰ Ἡγέλοχον τὸν ὑποκριτήν. οὐ γὰρ φθάσαντα διελεῖν τὴν συναλοιφὴν ἐπιλείψαντος
τοῦ πνεύματος τοῖς ἀκροωμένοις τὴν γαλῆν δόξαι λέγειν τὸ ζῷον, ἀλλ’ οὐχὶ τὰ γαληνά. πολλοὶ μὲν οὖν αὐτὸ διέπαιξαν τῶν κωμικῶν, Ἀριστοφάνης καὶ Στράττις ἐν Ἀνθρωπορραίστῃ
καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναισ’ Ὀρέστην, Ἡγέλοχον τὸν Κυντάρου μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.
καὶ ἐν ἄλλοις παίζων φησί
γαλῆν ὁρῶ. B. ποῖ, πρὸς θεῶν; ποῖ ποῖ, γαλῆν; A. γαλήν’. B. ἐγὼ δ’ ᾤμην γαλῆν λέγειν σ’ ὁρᾶν.
καὶ Σαννυρίων ἐν Δανάῃ
τί οὖν γενόμενος εἰς ὀπὴν ἐνδύσομαι; ζητητέον. φέρ’ εἰ γενοίμην γαλῆ;
ἀλλ’ Ἡγέλοχος οὗτός με μηνύσειεν ἂν ὁ τραγικὸς ἀνακράγοι τ’ ἂν εἰσιδὼν μέγα, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῷ.
-A. B.M.I.