Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

2.

οὐδὲ πάθος
: πάθος ἐπὶ σώματος τὸ τραῦμα καὶ ἡ πληγὴ, ἣν ξίφει τις ἐπλήγη ἢ τοιούτῳ τινὶ, ὃ ἀπὸ μὲν τοῦ ποιοῦντος λέγεται πρᾶγμα καὶ πρᾶξις, ἀπὸ δὲ τοῦ πάσχοντος πάθος, ὥσπερ τὸ λῆμμα ἀπὸ μὲν τοῦ λαμβάνοντος λέγεται λῆμμα, ἀπὸ δὲ τοῦ διδόντος δῶρον, ἀπὸ τούτου πάθος καὶ ἐπὶ ψυχῆς ἡ ἧττα, ἣν ἡττήθη τις ὑπὸ ἀδικίας, ἢ ἀκολασίας, ἢ τοιούτου τινός. λέγεται πάθος καὶ αὐτὴ ἡ ἀδικία καὶ ἡ ἀκολασία καὶ ἡ δειλία καὶ ὅσα τοιαῦτα προσβάλλει ἡμῖν, ὥσπερ λέγεται βέλος καὶ τὸ πεμπόμενον καὶ τὸ τραῦμα τὸ ἀπὸ τῆς βολῆς τοῦ βέλους. τούτων δὴ τῶν παθῶν τῶν προσβαλλόντων, ἤγουν τῆς ἀδικίας, τῆς ἀκολασίας, καὶ τῶν τοιούτων, ἐπικρατεῖν ὁ λογισμὸς δύναται, οὐ καταλύων αὐτὰ, ἀλλ’ ὑπείκων αὐτοῖς. τὰ δὲ ἔτερα, ἤγουν
αἱ πληγαὶ καὶ αἱ ἧτται αἱ ὑπὸ τούτων, ἀφανίζεται ἰατρευόμενα, ὡς μηδὲ οὐλὴν καὶ ἴχνος τι αὐτῶν καταλείπεσθαι. ἐνταῦθα δὲ πάθος λέγει σώματος ἤγουν πληγὴν καὶ κάκωσιν. Gr. I.

οὐδὲ πάθος
: πάθος λέγεται σωματικὸν νόσημα, οἷον λώβη καὶ ἕτερα, ὅσα ἀπὸ τοῦ σώματος ἀναδίδονται· συμφορὰ δὲ θεήλατος ἡ ἀπὸ θεοῦ πεμπομένη, οἷον λοιμικὸν νόσημα, λιμὸς καὶ ἐπιδρομὴ ὑετοῦ. οὐκ ἔστιν οὐδὲν δεινὸν καὶ χαλεπὸν πρᾶγμα, οὐδὲ πάθος, οὐδὲ συμφορὰ θεήλατος καὶ ἐκ θεοῦ ἐλθοῦσα, ὅπερ οὐχ ὑφίσταται ἡ τῶν ἀνθρώπων φύσις. Fl. 59.

θεήλατος
: θεόθεν ἐπερχομένη. A. ἀπὸ θεοῦ πεμπομένη. Fl. 6. 9. 17. 34. 56. 59. 76. Gr. ἐκ θεοῦ παραγενομένη. Gu.

οὐδὲ συμφορὰν θεήλατον
: γράφουσί τινες οὐδὲ συμφορὰ θεήλατος, ἀγνοοῦντες δέ· ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ ἔστιν εἰπεῖν. M.