Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

199.

τέκνα τε τάδε
: δεικτικῶς φησιν ἑαυτὴν καὶ Ὀρέστην. I.

ἔθανες―αἵματος
: εἰποῦσα ἡ Ἠλέκτρα πρὸς τὴν μητέρα τὸ ἐφόνευσας τὸν οἰκεῖον ἄνδρα, ἐφονεύθης ὑπὸ τῶν τέκνων, πάλιν φησὶν, ὅμοιον μὲν τῇ προτέρᾳ ἐννοίᾳ, ἔχει δέ τι καὶ πλέον· τὸ γὰρ ἀπώλεσας
πατέρα καὶ πρόσθεν εἰρήκει, τὸ δὲ καὶ τὰ τέκνα τάδ’ ἀπώλεσας νῦν φησι. πῶς δὲ ἀπώλεσας καὶ τὰ τέκνα; ἀπὸ τοῦ αἵματος καὶ τοῦ φόνου σέθεν καὶ σοῦ· ὁ γὰρ σὸς παῖς Ὀρέστης ἀποκτείνας σε δίκην ἔδωκε τῆς μητροκτονίας μανεὶς, ἧς καὶ αὐτὴ μετέχειν φησὶν, ἐν στοναχαῖς καὶ γόοις διάγουσα· ἀνθ’ ὧν ὁρᾷ τὸν ἀδελφὸν μεμηνότα καὶ μηκέτ’ ὄντα καθ’ ἑαυτόν. Gu. I.