Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1691.

ὦ μέγα
: ὁ χορὸς βοηθὸς ὢν τοῦ Ὀρέστου τὰ κατ’ αὐτὸν ἰδὼν ὅπως ἀπέβη ταῦτα φησίν. ἢ τοῦτο διὰ τοῦ χοροῦ, ὡς ἐκ προσώπου τοῦ ποιητοῦ ἐστιν, ὡς νικήσαντος ἐπὶ τῷ δράματι. Gu. I. ὦ Νίκη μεγάλως σεμνὴ, εἴθε συνέχοις τὴν ἐμὴν ζωὴν, καὶ μὴ παύσαιο στεφανοῦσα ἐμὲ δηλονότι.

ὦ μέγα
: ὦ μεγάλως σεβασμία Νίκη, εἴθε τὴν ἐμὴν ζωὴν κατέχοις, καὶ μὴ παύσαις στεφανοῦσα καὶ τιμῶσά με. I.

ὦ μέγα
: τοῦτο παρὰ τοῦ χοροῦ ἐστι λεγόμενον ἀπὸ προσώπου τοῦ ποιητοῦ. Α.Β.Μ.Ι.

Τοῦτο τὸ δρᾶμα ἐκ τραγικοῦ κωμικόν· ἐκ γὰρ συμφορῶν εἰς εὐθυμίαν κατήντησεν. Gu. I.

Ἡ κατάληξις τῆς τραγῳδίας ἢ εἰς θρῆνον, ἢ εἰς πάθος καταλύει, ἡ δὲ τῆς κωμῳδίας εἰς σπονδὰς καὶ διαλλαγάς. ὅθεν ὁρᾶται τόδε τὸ δρᾶμα κωμικῇ καταλήξει χρησάμενον· διαλλαγαὶ γὰρ πρὸς Μενέλαον καὶ Ὀρέστην. ἀλλὰ καὶ ἐν τῇ Ἀλκήστιδι ἐκ συμφορῶν εἰς εὐφροσύνην καὶ ἀναβιοτήν. καὶ ὁμοίως καὶ ἐν Τυροῖ Σοφοκλέους ἀναγνωρισμὸς κατὰ τὸ τέλος γίνεται, καὶ ἁπλῶς εἰπεῖν πολλὰ τοιαῦτα ἐν τῇ τραγῳδίᾳ εὑρίσκεται. A.B. C.M.

Πρὸς διάφορα ἀντίγραφα παραγέγραπται ἐκ τοῦ Διονυσίου ὑπομνήματος ὁλοσχερῶς καὶ τῶν μικτῶν. B. Cant. Gu. Fl. 6.