Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1654.

Ἑρμιόνην
: Ὀρέστου καὶ Ἑρμιόνης Τισαμενὸς, Πυλάδου Τισαμενὸς, Πυλάδου
καὶ Ἠλέκτρας Στρόφιος καὶ Μέδων. B.M.

ὃς δ’ οἴεται Νεοπτόλεμος
: οὐκ ἐγάμησεν αὐτὴν κατὰ τοῦτο, ὅτι τέκνα ἔσχεν ἀπ’ αὐτοῦ. καὶ ὁ μὲν Εὐριπίδης διὰ τοῦτο ἀνῃρῆσθαί φησι τὸν Νεοπτόλεμον ὐπὸ τῶν Δελφῶν, ὅτι παρεγένετο εἰς Δελφοὺς, δίκας ἀπαιτήσων τὸν θεὸν ὑπὲρ τῆς τελευτῆς τοῦ πατρὸς αὐτοῦ. Φερεκύδης δέ φησι περὶ παίδων χρησμὸν αἰτοῦντα τὸν Νεοπτόλεμον ἀναιρεθῆναι, γράφων οὕτως ἐπεὶ Νεοπτόλεμος Ἑρμιόνην γαμεῖ τὴν Μενέλεω, καὶ ἔρχεται εἰς Δελφοὺς περὶ παίδων χρησόμενος· οὐ γὰρ αὐτῷ ἐγένοντο ἐξ Ἑρμιόνης· καὶ ὡς ὁρᾷ κατὰ τὸ χρηστήριον κρέα διαρπάζοντας τοὺς Δελφοὺς, ἀφαιρεῖται τὰ κρέα αὐτοὺς, αὐτὸν δὲ κτείνει Μαχαιρεὺς ὁ τούτων ἱερεὺς καὶ κατορύσσει αὐτὸν ὑπὸ μὲν τὸν οὐδὸν τοῦ νεῷ. ταῦτα γενεαλογεῖ καὶ Σοφοκλῆς. A.B.M. I.

ὁ Νεοπτόλεμος ἀπελθὼν εἰς Δελφοὺς καὶ μεμφόμενος τῷ Ἀπόλλωνι διὰ τὸν πατέρα θανόντα ἐν τῷ αὐτοῦ ναῷ ὑπὸ Δηϊφόβου καὶ Πάριδος ἐφονεύθη ὑπὸ Ὀρέστου ὡς ἐν τῷ τῆς Ἀνδρομάχης εἴρηται δράματι. Gu.

πέπρωται
: μεμοιραμένον ἐστί. Gu.