Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1645.

Παρράσιον
: τὸ Παρράσιον οἱ μὲν πόλιν, οἱ δὲ χώραν
εἶναί φασιν, ἀπὸ Παρρασίου τοῦ Πελασγοῦ ὀνομασθεῖσαν, ὃς συνῴκισε τοὺς Ἀρκάδας καὶ Πελασγοὺς αὐτοὺς ἐπωνόμασεν. ὁ δὲ Ἀσκληπιάδης ἐν Ἀρκαδίᾳ φησὶ τὸν Ὀρέστην ὑπὸ ὄφεως ἀναιρεθῆναι ἑβδομήκοντα ὄντα ἐτῶν. B.M.I.

ἐνιαυτοῦ κύκλον
: ἰδίως ὁ Εὐριπίδης ἐνιαυτίσαι τὸν Ὀρέστην ἐκεῖ φησιν. Ἄλλως. ποιήσαντα κύκλον ἐνιαυτοῦ. καὶ ὁ μὲν Εὐριπίδης ἐνθάδε ἐξενιαυτίσαι τοὺς κατεχομένους ἐπιλύσει, ὁ δὲ Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν ἐκεῖ τελευτῆσαι. ὁ δὲ Φερεκύδης, ὅτι καὶ ἔπειτα τὸν Ὀρέστην αἱ Ἐρινύες διώκουσιν, ὁ δὲ καταφεύγει εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, καὶ ἵζει ἱκέτης πρὸς τῷ βωμῷ, αἱ δὲ Ἐρινύες ἔρχονται ἐπ’ αὐτὸν θέλουσαι ἀποκτεῖναι, καὶ ἐρύκει αὐτὰς ἡ Ἄρτεμις· ἐξ οὗ καὶ ἡ πόλις αὕτη Ὀρέστειον καλεῖται ἀπὸ Ὀρέστου. A. B.M.I. τὸ δὲ Ὀρέστειον τῆς Παρρασίας κεχώρισται καὶ αὕτη πόλις οὖσα τῆς Ἀρκαδίας, καὶ ἐκλήθη ἀπὸ Ὀρέστου. B.

ἐνιαυτοῦ κύκλον
: ἐφ’ ἕνα χρόνον. (κύκλον. Fl.) Gr. Fl. 6. 9. 17. 56. 59. 76.